< Brojevi 29 >

1 “U sedmome mjesecu, na prvi dan mjeseca, imajte sveti saziv. Nikakva težačkog posla nemojte raditi. Neka vam to bude Dan sazivanja.
καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμῖν
2 Za paljenicu na ugodan miris Jahvi prinesite: jednoga junca, jednoga ovna i sedam jednogodišnjih janjaca bez mane.
καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
3 Njihova prinosnica, od najboljeg brašna zamiješena s uljem, neka bude: tri desetine efe na junca, dvije desetine efe na ovna
ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
4 i jedna desetina efe na svakoga od onih sedam janjaca.
δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
5 Neka bude jedan jarac kao okajnica, da se nad vama izvrši obred pomirenja.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
6 Neka to bude povrh paljenice o mlađaku mjesecu i njezine prinosnice, povrh trajne paljenice i njezine prinosnice i povrh njihovih propisanih ljevanica, žrtva spaljena na ugodan miris Jahvi.”
πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας κυρίῳ
7 “A desetoga dana toga sedmog mjeseca imajte sveti saziv. Postite i nemojte raditi nikakva posla.
καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε
8 Prinesite paljenicu Jahvi na ugodan miris: jednoga junca, jednoga ovna i sedam jednogodišnjih janjaca. Neka su vam bez mane.
καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμῖν
9 Njihova prinosnica, od najboljeg brašna zamiješena s uljem, neka bude: tri desetine efe na junca, dvije desetine na jednoga ovna
ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
10 i jedna desetina efe na svakoga od onih sedam janjaca.
δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς
11 Jedan jarac neka se prinese kao okajnica. To je povrh okajnice na Dan pomirenja, povrh trajne paljenice i njezine prinosnice i njihovih ljevanica.”
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ
12 “Na petnaesti dan sedmoga mjeseca imajte sveti saziv. Nikakva težačkog posla nemojte raditi. Sedam dana svetkujte svečanost Jahvi.
καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ ἑπτὰ ἡμέρας
13 A za paljenicu, spaljenu na ugodan miris Jahvi, prinesite: trinaest junaca, dva ovna i četrnaest jednogodišnjih janjaca. Neka su bez mane.
καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονται
14 Njihova prinosnica, od najboljeg brašna zamiješena s uljem, neka bude: tri desetine efe na svakoga od trinaest junaca, dvije desetine efe na svakoga od dvaju ovnova
αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούς
15 i jedna desetina efe na svako pojedino od četrnaestero janjadi. Neka se nadoda jedan jarac kao okajnica.
δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς
16 To neka bude povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
17 Drugog dana: dvanaest junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
18 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
19 Prinesite jednoga jarca kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezinih ljevanica.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
20 Trećeg dana: jedanaest junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
21 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
22 Prinesite jednoga jarca kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
23 Četvrtog dana: deset junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
24 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
25 Jednog jarca prinesite kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
26 Petog dana: devet junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
27 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
28 Prinesite jednog jarca kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
29 Šestog dana: osam junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους
30 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
31 Jednoga jarca prinesite kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezinih ljevanica.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
32 Sedmog dana: sedam junaca, dva ovna, četrnaest jednogodišnjih janjaca bez mane.
τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
33 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
34 Jednog jarca prinesite kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
35 Osmog dana imajte svečani zbor. Nikakva težačkog posla nemojte raditi.
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ
36 A za paljenicu, spaljenu na ugodan miris Jahvi, prinesite: jednog junca, jednoga ovna i sedam jednogodišnjih janjaca bez mane.
καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
37 Njihovu prinosnicu i njihove ljevanice prinesite propisno prema broju junaca, ovnova i janjaca.
αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
38 Jednog jarca prinesite kao okajnicu povrh trajne paljenice, njezine prinosnice i njezine ljevanice.
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
39 Na svoje određene blagdane prinesite to Jahvi osim svojih zavjetnica i svojih dragovoljnih žrtava, svojih paljenica, prinosnica, ljevanica i svojih pričesnica.”
ταῦτα ποιήσετε κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν
40 Sve kako mu je Jahve naredio Mojsije kaza Izraelcima.
καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος τῷ Μωυσῇ

< Brojevi 29 >