< Matej 27 >

1 A kad objutri, svi su glavari svećenički i starješine narodne održali vijećanje protiv Isusa da ga pogube.
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 I svezana ga odveli i predali upravitelju Pilatu.
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκανΠιλάτῳ τῷ ἡγεμόνι.
3 Kada Juda, njegov izdajica, vidje da je Isus osuđen, pokaja se i vrati trideset srebrnjaka glavarima svećeničkim i starješinama
Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺςαὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεντὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶπρεσβυτέροις
4 govoreći: “Sagriješih predavši krv nedužnu!” Odgovoriše: “Što se to nas tiče? To je tvoja stvar!”
λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ
5 I bacivši srebrnjake u Hram, ode te se objesi.
καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
6 Glavari svećenički uzeše srebrnjake i rekoše:
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·
7 “Nije dopušteno staviti ih u hramsku riznicu jer su krvarina.” Posavjetuju se i kupe za njih lončarovu njivu za ukop stranaca.
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις.
8 Stoga se ona njiva zove “Krvava njiva” sve do danas.
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον.
9 Tada se ispuni što je rečeno po proroku Jeremiji: Uzeše trideset srebrnjaka - cijenu Neprocjenjivoga kojega procijeniše sinovi Izraelovi -
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 i dadoše ih za njivu lončarovu kako mi naredi Gospodin.
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
11 Dovedoše dakle Isusa pred upravitelja. Upita ga upravitelj: “Ti li si kralj židovski?” On odgovori: “Ti kažeš.”
Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθηἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη Σὺ λέγεις.
12 I dok su ga glavari svećenički i starješine narodne optuživale, ništa nije odgovarao.
καὶἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13 Tada mu reče Pilat: “Ne čuješ li što sve protiv tebe svjedoče?”
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
14 I ne odgovori mu ni na jednu riječ te se upravitelj silno čudio.
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 A o Blagdanu upravitelj je običavao svjetini pustiti jednoga uznika, koga bi već htjeli.
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
16 Tada upravo bijaše u njih poznati uznik zvani Baraba.
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀ἸησοῦνΒαραββᾶν.
17 Kad se dakle sabraše, reče im Pilat: “Koga hoćete da vam pustim: Barabu ili Isusa koji se zove Krist?”
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
18 Znao je doista da ga predadoše iz zavisti.
ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 Dok je sjedio na sudačkoj stolici, poruči nu njegova žena: “Mani se ti onoga pravednika jer sam danas u snu mnogo pretrpjela zbog njega.”
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν.
20 Međutim, glavari svećenički i starješine nagovore svjetinu da zaište Barabu, a Isus da se pogubi.
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 Upita ih dakle upravitelj: “Kojega od ove dvojice hoćete da vam pustim?” A oni rekoše: “Barabu!”
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀ΤὸνΒαραββᾶν.
22 Kaže im Pilat: “Što dakle da učinim s Isusom koji se zove Krist?” Oni će: “Neka se razapne.”
λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσινπάντες· Σταυρωθήτω.
23 A on upita: “A što je zla učinio?” Vikahu još jače: “Neka se razapne!”
ὁ ⸀δὲἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.
24 Kad Pilat vidje da ništa ne koristi, nego da biva sve veći metež, uzme vodu i opere ruke pred svjetinom govoreći: “Nevin sam od krvi ove! Vi se pazite!”
Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντιτοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματοςτούτου· ὑμεῖς ὄψεσθε.
25 Sav narod nato odvrati: “Krv njegova na nas i na djecu našu!”
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 Tada im pusti Barabu, a Isusa, izbičevana, preda da se razapne.
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 Onda vojnici upraviteljevi uvedoše Isusa u dvor upraviteljev i skupiše oko njega cijelu četu.
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν.
28 Svukoše ga pa zaogrnuše skrletnim plaštem.
καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,
29 Spletoše zatim vijenac od trnja i staviše mu na glavu, a tako i trsku u desnicu. Prigibajući pred njim koljena, izrugivahu ga: “Zdravo, kralju židovski!”
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαναὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦτῶν Ἰουδαίων,
30 Onda pljujući po njemu, uzimahu trsku i udarahu ga njome po glavi.
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 Pošto ga izrugaše, svukoše mu plašt, obukoše mu njegove haljine pa ga odvedoše da ga razapnu.
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 Izlazeći nađu nekoga čovjeka Cirenca, imenom Šimuna, i prisile ga da mu ponese križ.
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 I dođoše na mjesto zvano Golgota, to jest Lubanjsko mjesto,
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος,
34 dadoše mu piti vino sa žuči pomiješano. I kad okusi, ne htjede piti.
ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνονμετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησενπιεῖν.
35 A pošto ga razapeše, razdijeliše među se haljine njegove bacivši kocku.
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
36 I sjedeći ondje, čuvahu ga.
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 I staviše mu ponad glave krivicu napisanu: “Ovo je Isus, kralj židovski.”
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 Tada razapeše s njime dva razbojnika, jednoga zdesna, drugoga slijeva.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 A prolaznici su ga pogrđivali mašući glavama:
οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 “Ti koji razvaljuješ Hram i za tri ga dana sagradiš, spasi sam sebe! Ako si Sin Božji, siđi s križa!”
καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθιἀπὸ τοῦ σταυροῦ.
41 Slično i glavari svećenički s pismoznancima i starješinama, rugajući se, govorahu:
ὁμοίως ⸀καὶοἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρωνἔλεγον·
42 “Druge je spasio, sebe ne može spasiti! Kralj je Izraelov! Neka sada siđe s križa pa ćemo povjerovati u nj!
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺςἸσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν
43 Uzdao se u Boga! Neka ga sad izbavi ako mu omilje! Ta govorio je: 'Sin sam Božji!'”
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦνεἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 Tako ga vrijeđahu i s njim raspeti razbojnici.
τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺναὐτῷ ὠνείδιζον αὐτόν.
45 Od šeste ure nasta tama po svoj zemlji - do ure devete.
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 O devetoj uri povika Isus iza glasa: “Eli, Eli, lema sabahtani?” To će reći: “Bože moj, Bože moj, zašto si me ostavio?”
περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησενὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47 A neki od nazočnih, čuvši to, govorahu: “Ovaj zove Iliju.”
τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότωνἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 I odmah pritrča jedan od njih, uze spužvu, natopi je octom, natakne je na trsku i pruži mu piti.
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
49 A ostali rekoše: “Pusti da vidimo hoće li doći Ilija da ga spasi.”
οἱ δὲ λοιποὶ ⸀ἔλεγον Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν
50 A Isus opet povika iz glasa i ispusti duh.
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.
51 I gle, zavjesa se hramska razdrije odozgor dodolje, nadvoje; zemlja se potrese, pećine se raspukoše,
καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 grobovi otvoriše i tjelesa mnogih svetih preminulih uskrsnuše
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν
53 te iziđoše iz grobova nakon njegova uskrsnuća, uđoše u sveti grad i pokazaše se mnogima.
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 A satnik i oni koji su s njime čuvali Isusa vidješe potres i što se zbiva, silno se prestrašiše i rekoše: “Uistinu, Sin Božji bijaše ovaj.”
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμεναἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς ἦν οὗτος.
55 A bijahu ondje i izdaleka promatrahu mnoge žene što su iz Galileje išle za Isusom poslužujući mu;
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
56 među njima Marija Magdalena i Marija, Jakovljeva i Josipova majka, i majka sinova Zebedejevih.
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφμήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 Uvečer dođe neki bogat čovjek iz Arimateje, imenom Josip, koji i sam bijaše učenik Isusov.
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθητῷ Ἰησοῦ·
58 On pristupi Pilatu i zaiska tijelo Isusovo. Tada Pilat zapovjedi da mu se dadne.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι
59 Josip uze tijelo, povi ga u čisto platno
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸσινδόνι καθαρᾷ,
60 i položi u svoj novi grob koji bijaše isklesao u stijeni. Dokotrlja velik kamen na grobna vrata i otiđe.
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
61 A bijahu ondje Marija Magdalena i druga Marija: sjedile su nasuprot grobu.
ἦν δὲ ἐκεῖ ⸀Μαριὰμἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 Sutradan, to jest dan nakon Priprave, sabraše se glavari svećenički i farizeji kod Pilata
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63 te mu rekoše: “Gospodaru, sjetismo se da onaj varalica još za života kaza: 'Nakon tri dana uskrsnut ću.'
λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι·
64 Zapovjedi dakle da se grob osigura sve do trećega dana da ne bi možda došli njegovi učenici, ukrali ga pa rekli narodu: 'Uskrsnuo je od mrtvih!' I bit će posljednja prijevara gora od prve.”
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦκλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 Reče im Pilat: “Imate stražu! Idite i osigurajte kako znate!”
⸀ἔφηαὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66 Nato oni odu i osiguraju grob: zapečate kamen i postave stražu.
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

< Matej 27 >