< Matej 26 >

1 I kad Isus završi sve te besjede, reče svojim učenicima:
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
2 “Znate da je za dva dana Pasha, i Sin Čovječji predaje se da se razapne.”
Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Uto se sabraše glavari svećenički i starješine narodne u dvoru velikoga svećenika imenom Kajfe
Τότε συνήχθησαν οἱ ⸀ἀρχιερεῖςκαὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 i zaključiše Isusa na prijevaru uhvatiti i ubiti.
καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
5 Jer se govorilo: “Nikako ne o Blagdanu da ne nastane pobuna u narodu.”
ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Kad je Isus bio u Betaniji, u kući Šimuna Gubavca,
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 pristupi mu neka žena s alabastrenom posudicom skupocjene pomasti i polije ga po glavi, dok je on bio za stolom.
προσῆλθεν αὐτῷ γυνὴ ⸂ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
8 Vidjevši to, učenici negodovahu: “Čemu ta rasipnost?
ἰδόντες δὲ οἱ ⸀μαθηταὶἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη;
9 Moglo se to skupo prodati i dati siromasima.”
ἐδύνατο γὰρ ⸀τοῦτοπραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
10 Zapazio to Isus pa im reče: “Što dodijavate ženi? Dobro djelo učini prema meni.
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·
11 Ta siromaha svagda imate uza se, a mene nemate svagda.
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
12 Izlila je tu pomast na moje tijelo - za ukop mi to učini.
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 Zaista, kažem vam, gdje se god bude propovijedalo ovo evanđelje, po svem svijetu, navješćivat će se i ovo što ona učini - njoj na spomen.”
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 Tada jedan od dvanaestorice, zvan Juda Iškariotski, pođe glavarima svećeničkim
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
15 i reče: “Što ćete mi dati i ja ću vam ga predati.” A oni mu odmjeriše trideset srebrnjaka.
εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 Otada je tražio priliku da ga preda.
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Prvoga dana Beskvasnih kruhova pristupiše učenici Isusu i upitaše: “Gdje hoćeš da ti pripravimo te blaguješ pashu?”
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ ⸀λέγοντες Ποῦ θέλεις ⸀ἑτοιμάσωμένσοι φαγεῖν τὸ πάσχα;
18 On reče: “Idite u grad tomu i tomu i recite mu: 'Učitelj veli: Vrijeme je moje blizu, kod tebe slavim pashu sa svojim učenicima.'”
ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 I učine učenici kako im naredi Isus i priprave pashu.
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Uvečer bijaše Isus za stolom s dvanaestoricom.
Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸀μαθητῶν
21 I dok su blagovali, reče: “Zaista, kažem vam, jedan će me od vas izdati.”
καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 Silno ožalošćeni, stanu mu jedan za drugim govoriti: “Da nisam ja, Gospodine?”
καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ⸂εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε;
23 On odgovori: “Onaj koji umoči sa mnom ruku u zdjelu, taj će me izdati.
ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ ⸂τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει·
24 Sin Čovječji, istina, odlazi kako je o njemu pisano, ali jao čovjeku onomu koji predaje Sina Čovječjega. Tomu bi čovjeku bolje bilo da se ni rodio nije.”
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 A Juda, izdajnik, prihvati i reče: “Da nisam ja, učitelju?” Reče mu: “Ti kaza.”
ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.
26 I dok su blagovali, uze Isus kruh, izreče blagoslov pa razlomi, dade svojim učenicima i reče: “Uzmite i jedite! Ovo je tijelo moje!”
Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ⸀ἄρτονκαὶ ⸀εὐλογήσαςἔκλασεν καὶ ⸂δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
27 I uze čašu, zahvali i dade im govoreći: “Pijte iz nje svi!
καὶ ⸀λαβὼνποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες,
28 Ovo je krv moja, krv Saveza koja se za mnoge prolijeva na otpuštenje grijeha.
τοῦτο γάρ ἐστιν τὸ αἷμά ⸀μου⸀τῆςδιαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
29 A kažem vam: ne, neću od sada piti od ovog roda trsova do onoga dana kad ću ga - novoga - s vama piti u kraljevstvu Oca svojega.”
λέγω δὲ ⸀ὑμῖν οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 Otpjevavši hvalospjeve, zaputiše se prema Maslinskoj gori.
καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31 Tada im reče Isus: “Svi ćete se vi još ove noći sablazniti o mene. Ta pisano je: Udarit će pastira i stado će se razbjeći.
Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ ⸀διασκορπισθήσονταιτὰ πρόβατα τῆς ποίμνης·
32 Ali kad uskrsnem, ići ću pred vama u Galileju.'
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 Nato će mu Petar: “Ako se i svi sablazne o tebe, ja se nikada neću!”
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ⸀ἐγὼοὐδέποτε σκανδαλισθήσομαι.
34 Reče mu Isus: “Zaista, kažem ti, još ove noći, prije negoli se pijetao oglasi, triput ćeš me zatajiti!”
ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 Kaže mu Petar: “Bude li trebalo i umrijeti s tobom, ne, neću te zatajiti.” Tako rekoše i svi učenici.
λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ⸀ἀπαρνήσομαι ⸀ὁμοίωςκαὶ πάντες οἱ μαθηταὶ εἶπαν.
36 Tada dođe Isus s njima u predio zvan Getsemani i kaže učenicima: “Sjednite ovdje dok ja odem onamo pomoliti se.”
Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ⸂ἐκεῖ προσεύξωμαι.
37 I povede sa sobom Petra i oba sina Zebedejeva. Spopade ga žalost i tjeskoba.
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Tada im reče: “Duša mi je nasmrt žalosna. Ostanite ovdje i bdijte sa mnom!”
τότε λέγει ⸀αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ.
39 I ode malo dalje, pade ničice moleći: “Oče moj! Ako je moguće, neka me mimoiđe ova čaša. Ali ne kako ja hoću, nego kako hoćeš ti.”
καὶ ⸀προελθὼνμικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ.
40 I dođe učenicima i nađe ih pozaspale pa reče Petru: “Tako, zar niste mogli jedan sat probdjeti sa mnom?
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ;
41 Bdijte i molite da ne padnete u napast! Duh je, istina, voljan, no tijelo je slabo.”
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
42 Opet, po drugi put, ode i pomoli se: “Oče moj! Ako nije moguće da me čaša mine da je ne pijem, budi volja tvoja!”
πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται ⸀τοῦτο⸀παρελθεῖνἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 I ponovno dođe i nađe ih pozaspale, oči im se sklapale.
καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Opet ih ostavi, pođe i pomoli se po treći put ponavljajući iste riječi.
καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν ⸀πάλιν
45 Tada dođe učenicima i reče im: “Samo spavajte i počivajte! Evo, približio se čas! Sin Čovječji predaje se u ruke grešničke!
τότε ἔρχεται πρὸς τοὺς ⸀μαθητὰςκαὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸλοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 Ustanite, hajdemo! Evo, približio se moj izdajica.”
ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 Dok je on još govorio, gle, dođe Juda, jedan od dvanaestorice, i s njime silna svjetina s mačevima i toljagama poslana od glavara svećeničkih i starješina narodnih.
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 A izdajica im dao znak: “Koga poljubim, taj je, njega uhvatite!”
ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
49 I odmah pristupi Isusu i reče: “Zdravo, Učitelju!” I poljubi ga.
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
50 A Isus mu reče: “Prijatelju, zašto ti ovdje!” Tada pristupe, podignu ruke na Isusa i uhvate ga.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ⸀ὃπάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 I gle, jedan od onih koji bijahu s Isusom maši se rukom, trgnu mač, udari slugu velikoga svećenika i odsiječe mu uho.
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Kaže mu tada Isus: “Vrati mač na njegovo mjesto jer svi koji se mača laćaju od mača i ginu.
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται
53 Ili zar misliš da ja ne mogu zamoliti Oca svojega i eto umah uza me više od dvanaest legija anđela?
ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαιπαρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
54 No kako bi se onda ispunila Pisma da tako mora biti?”
πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
55 U taj čas reče Isus svjetini: “Kao na razbojnika iziđoste s mačevima i toljagama da me uhvatite? Danomice sjeđah u Hramu naučavajući i ne uhvatiste me.”
ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ⸀ἡμέραν⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
56 A sve se to dogodilo da se ispune Pisma proročka. Tada ga svi učenici ostave i pobjegnu.
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Nato uhvatiše Isusa i odvedoše ga velikomu svećeniku Kajfi, kod kojega se sabraše pismoznanci i starješine.
Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 A Petar je išao za njim izdaleka do dvora velikog svećenika; i ušavši unutra, sjedne sa stražarima da vidi svršetak.
ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 A glavari svećenički i cijelo Vijeće tražili su kakvo lažno svjedočanstvo protiv Isusa da bi ga mogli pogubiti.
οἱ δὲ ἀρχιερεῖς ⸀καὶτὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν,
60 Ali ne nađoše premda pristupiše mnogi lažni svjedoci. Napokon pristupe dvojica
καὶ οὐχ εὗρον ⸂πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο⸃
61 i reknu: “Ovaj reče: 'Mogu razvaliti Hram Božji i za tri ga dana sagraditi.'”
εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι.
62 Usta nato veliki svećenik i reče mu: “Zar ništa ne odgovaraš? Što to ovi protiv tebe svjedoče?”
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 Isus je šutio. Reče mu veliki svećenik: “Zaklinjem te Bogom živim: Kaži nam jesi li ti Krist, Sin Božji?”
ὁ δὲ Ἰησοῦς ἐσιώπα. ⸀καὶὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64 Reče mu Isus: “Ti kaza! Štoviše, kažem vam: Odsada ćete gledati Sina Čovječjega gdje sjedi zdesna Sile i dolazi na oblacima nebeskim.”
λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 Nato veliki svećenik razdrije haljine govoreći: “Pohulio je! Što nam još trebaju svjedoci! Evo, sada ste čuli hulu!
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ ⸀λέγων Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν ⸀βλασφημίαν
66 Što vam se čini?” Oni odgovoriše: “Smrt zaslužuje!”
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν.
67 Tada su mu pljuvali u lice i udarali ga, a drugi ga pljuskali
τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 govoreći: “Proreci nam, Kriste, tko te udario?”
λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 A Petar je sjedio vani u dvorištu. I pristupi mu jedna sluškinja govoreći: “I ti bijaše s Isusom Galilejcem.”
Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου·
70 On pred svima zanijeka: “Ne znam što govoriš.”
ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθενπάντων λέγων· Οὐκ οἶδα τί λέγεις.
71 Kad iziđe u predvorje, spazi ga druga i kaže nazočnima: “Ovaj bijaše s Isusom Nazarećaninom.”
ἐξελθόντα ⸀δὲεἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖςἐκεῖ· ⸀Οὗτοςἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου·
72 On opet zanijeka sa zakletvom: “Ne znam toga čovjeka.”
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
73 Malo zatim nazočni pristupiše Petru i rekoše: “Doista, i ti si od njih! Ta govor te tvoj izdaje!”
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ·
74 On se tada stane zaklinjati i preklinjati: “Ne znam toga čovjeka.” I odmah se oglasi pijetao.
τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέωςἀλέκτωρ ἐφώνησεν·
75 I spomenu se Petar riječi koju mu Isus reče: “Prije nego se pijetao oglasi, triput ćeš me zatajiti.” I iziđe te gorko zaplaka.
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματοςἸησοῦ ⸀εἰρηκότοςὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

< Matej 26 >