< Matej 10 >

1 Dozva dvanaestoricu svojih učenika i dade im vlast nad nečistim dusima: da ih izgone i da liječe svaku bolest i svaku nemoć.
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
2 A ovo su imena dvanaestorice apostola: prvi Šimun, zvani Petar, i Andrija, brat njegov; i Jakov, sin Zebedejev, i Ivan brat njegov;
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· Πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, (καὶ *no*) Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
3 Filip i Bartolomej; Toma i Matej carinik; Jakov Alfejev i Tadej;
Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ (Λεββαῖος ὁ ἐπικληθεὶς *K*) Θαδδαῖος,
4 Šimun Kananaj i Juda Iškariotski, koji ga izda.
Σίμων ὁ Καναναῖος καὶ Ἰούδας (ὁ *no*) Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5 Tu dvanaestoricu posla Isus uputivši ih: “K poganima ne idite i ni u koji samarijski grad ne ulazite!
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
6 Pođite radije k izgubljenim ovcama doma Izraelova!
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
7 Putom propovijedajte: 'Približilo se kraljevstvo nebesko!'
Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
8 Bolesne liječite, mrtve uskrisujte, gubave čistite, zloduhe izgonite! Besplatno primiste, besplatno dajte!
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
9 Ne stječite zlata, ni srebra, ni mjedi sebi u pojase,
Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
10 ni putne torbe, ni dviju haljina, ni obuće, ni štapa. Ta vrijedan je radnik hrane svoje.”
μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ (ἐστιν. *k*)
11 “U koji god grad ili selo uđete, razvidite tko je u njemu dostojan: ondje ostanite sve dok ne odete.
εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν κἀκεῖ κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
12 Ulazeći u kuću, zaželite joj mir.
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν.
13 Bude li kuća dostojna, neka mir vaš siđe na nju. Ne bude li dostojna, neka se mir vaš k vama vrati.
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν (πρὸς *NK(o)*) ὑμᾶς ἐπιστραφήτω.
14 Gdje vas ne prime i ne poslušaju riječi vaših, iziđite iz kuće ili grada toga i prašinu otresite sa svojih nogu.
καὶ ὃς (ἂν *N(k)O*) μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
15 Zaista, kažem vam, lakše će biti zemlji sodomskoj i gomorskoj na Dan sudnji negoli gradu tomu.”
ἀμὴν λέγω ὑμῖν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
16 “Evo, ja vas šaljem kao ovce među vukove. Budite dakle mudri kao zmije, a bezazleni kao golubovi!
ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
17 Čuvajte se ljudi, jer će vas predavati vijećima i po svojim će vas sinagogama bičevati.
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
18 Pred upravitelje i kraljeve vodit će vas poradi mene, za svjedočanstvo njima i poganima.
καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
19 Kad vas predadu, ne budite zabrinuti kako ili što ćete govoriti. Dat će vam se u onaj čas što ćete govoriti.
ὅταν δὲ (παραδῶσιν *N(k)O*) ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί (λαλήσητε· *N(k)O*)
20 Ta ne govorite to vi, nego Duh Oca vašega govori u vama!”
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
21 “Brat će brata predavati na smrt i otac dijete. Djeca će ustajati na roditelje i ubijati ih.
Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
22 Svi će vas zamrziti zbog imena moga. Ali tko ustraje do svršetka, bit će spašen.”
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
23 “Kad vas stanu progoniti u jednom gradu, bježite u drugi. Zaista, kažem vam, nećete obići gradova izraelskih prije nego što dođe Sin Čovječji.”
Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν (ἑτέραν· *N(k)O*) ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24 “Nije učenik nad učiteljem niti sluga nad gospodarom svojim.
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
25 Dosta je da učenik bude kao njegov učitelj i sluga kao njegov gospodar. Ako su domaćina Beelzebulom nazvali, koliko će više njegove ukućane?”
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ (ἐπεκάλεσαν, *N(k)O*) πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;
26 “Ne bojte ih se dakle. Ta ništa nije skriveno što se neće otkriti ni tajno što se neće doznati.
μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
27 Što vam govorim u tami, recite na svjetlu; i što na uho čujete, propovijedajte na krovovima.”
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων.
28 “Ne bojte se onih koji ubijaju tijelo, ali duše ne mogu ubiti. Bojte se više onoga koji može i dušu i tijelo pogubiti u paklu.” (Geenna g1067)
καὶ μὴ (φοβεῖσθε *N(k)O*) ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· (φοβεῖσθε *N(k)O*) δὲ μᾶλλον τὸν δυνάμενον καὶ (τὴν *o*) ψυχὴν καὶ (τὸ *o*) σῶμα ἀπολέσαι ἐν γεέννῃ. (Geenna g1067)
29 “Ne prodaju li se dva vrapca za novčić? Pa ipak ni jedan od njih ne pada na zemlju bez Oca vašega.
οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν.
30 A vama su i vlasi na glavi sve izbrojene.
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
31 Ne bojte se dakle! Vredniji ste nego mnogo vrabaca.”
μὴ οὖν (φοβεῖσθε· *N(k)O*) πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
32 “Tko god se, dakle, prizna mojim pred ljudima, priznat ću se i ja njegovim pred Ocem, koji je na nebesima.
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν (τοῖς *no*) οὐρανοῖς.
33 A tko se odreče mene pred ljudima, odreći ću se i ja njega pred svojim Ocem, koji je na nebesima.”
ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν (τοῖς *no*) οὐρανοῖς.
34 “Ne mislite da sam došao mir donijeti na zemlju. Ne, nisam došao donijeti mir, nego mač.
Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
35 Ta došao sam rastaviti čovjeka od oca njegova i kćer od majke njezine i snahu od svekrve njezine;
ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·
36 i neprijatelji će čovjeku biti ukućani njegovi.
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
37 “Tko ljubi oca ili majku više nego mene, nije mene dostojan. Tko ljubi sina ili kćer više nego mene, nije mene dostojan.
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος·
38 Tko ne uzme svoga križa i ne pođe za mnom, nije mene dostojan.
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
39 Tko nađe život svoj, izgubit će ga, a tko izgubi svoj život poradi mene, naći će ga.”
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40 “Tko vas prima, mene prima; a tko prima mene, prima onoga koji je mene poslao.
Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
41 Tko prima proroka jer je prorok, primit će plaću proročku; tko prima pravednika jer je pravednik, primit će plaću pravedničku.
ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται.
42 Tko napoji jednoga od ovih najmanjih samo čašom hladne vode zato što je moj učenik, zaista, kažem vam, neće mu propasti plaća.”
καὶ ὃς (ἂν *N(k)O*) ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν· οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

< Matej 10 >