< Marko 13 >

1 Kad je izlazio iz Hrama, rekne mu jedan od njegovih učenika: “Učitelju, gledaj! Kakva li kamenja, kakvih li zdanja!”
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 Isus mu odvrati: “Vidiš li ta veličanstvena zdanja? Ne, neće se ostaviti ni kamen na kamenu nerazvaljen.”
καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
3 Dok je zatim na Maslinskoj gori sjedio sučelice Hramu, upitaju ga nasamo Petar, Jakov, Ivan i Andrija:
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 “Reci nam kada će to biti i na koji se znak sve to ima svršiti?”
εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5 Tada im Isus poče govoriti: “Pazite da vas tko ne zavede.
ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 Mnogi će doći u moje ime i govoriti: Ja sam! I mnoge će zavesti.
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 Kada pak čujete za ratove i za glasove o ratovima, ne uznemirujte se. Treba da se to dogodi, ali to još nije svršetak.”
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 “Narod će ustati protiv naroda, kraljevstvo protiv kraljevstva. Bit će potresa po raznim mjestima, bit će gladi. To je početak trudova.”
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί.
9 “Vi pak pazite sami na sebe. Predavat će vas vijećima i tući vas u sinagogama, pred upraviteljima i kraljevima stajat ćete zbog mene, njima za svjedočanstvo.
ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 A treba da se najprije svim narodima propovijeda evanđelje.”
καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 “Kad vas budu vodili na izručenje, ne brinite se unaprijed što ćete govoriti, nego govorite što vam bude dano u onaj čas. Ta niste vi koji govorite, nego Duh Sveti.
ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
12 Predavat će na smrt brat brata i otac sina. Djeca će ustajati na roditelje i ubijati ih.
παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 Svi će vas zamrziti zbog imena moga. Ali tko ustraje do svršetka, bit će spašen.”
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 “I kad vidite da grozota pustoši stoluje gdje joj nije mjesto - tko čita, neka razumije - koji se tada zateknu u Judeji, neka bježe u gore!
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
15 Tko bude na krovu, neka ne silazi i ne ulazi u kuću da iz nje što uzme.
ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 I tko bude u polju, neka se ne okreće natrag da uzme ogrtač!”
καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 “Jao trudnicama i dojiljama u one dane!
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 A molite da to ne bude zimi
προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19 jer će onih dana biti tjeskoba kakve ne bi od početka stvorenja, koje stvori Bog, sve do sada, a neće je ni biti.
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 I kad Gospodin ne bi skratio dane one, nitko se ne bi spasio. No poradi izabranih, koje on sebi izabra, skratio je on te dane.”
καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας.
21 Ako vam tada tko rekne: 'Evo Krista ovdje! Eno ondje!' - ne vjerujte.
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε.
22 Ustat će doista lažni kristi i lažni proroci i tvorit će znamenja i čudesa da, bude li moguće, zavedu izabrane.
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23 Vi dakle budite na oprezu! Evo, prorekao sam vam sve!”
ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
24 Nego, u one dane, nakon one nevolje, sunce će pomrčati i mjesec neće više svijetljeti
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 a zvijezde će s neba padati i sile će se nebeske poljuljati.
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 Tada će ugledati Sina Čovječjega gdje dolazi na oblacima s velikom moći i slavom.
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 I razaslat će anđele i sabrati svoje izabranike s četiri vjetra, s kraja zemlje do na kraj neba.”
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
28 A od smokve se naučite prispodobi! Kad joj grana već omekša i lišće potjera, znate: ljeto je blizu.
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 Tako i vi kad vidite da se to zbiva, znajte: blizu je, na vratima!
οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 Zaista, kažem vam, ne, neće uminuti naraštaj ovaj dok se sve to ne zbude.
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται.
31 Nebo će i zemlja uminuti, ali riječi moje ne, neće uminuti.”
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
32 “A o onom danu i času nitko ne zna, pa ni anđeli na nebu, ni Sin, nego samo Otac.”
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 “Pazite! Bdijte jer ne znate kada je čas.
Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 Kao kad ono čovjek neki polazeći na put ostavi svoju kuću, upravu povjeri slugama, svakomu svoj posao, a vrataru zapovjedi da bdije.
ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 Bdijte, dakle, jer ne znate kad će se domaćin vratiti - da li uvečer ili o ponoći, da li za prvih pijetlova ili ujutro -
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 da vas ne bi našao pozaspale ako iznenada dođe.”
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 “Što vama kažem, svima kažem: Bdijte!”
ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.

< Marko 13 >