< Izaija 65 >
1 Potražiše me koji ne pitahu za me, nađoše me koji me ne tražahu; rekoh: “Evo me! Evo me!” narodu koji ne prizivaše ime moje.
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα
2 Svagda sam pružao ruku narodu odmetničkom, koji hodi putem zlim, za mislima svojim,
ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν
3 narodu koji me bez prestanka u lice srdi: žrtvuju po vrtovima, kad prinose na opekama,
ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν
4 na grobovima stanuju i noće na skrovitim mjestima, jedu svinjetinu, meću u zdjele jela nečista.
καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δῑ ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν
5 I još govore: “Ukloni se! Ne prilazi mi da te ne posvetim.” Oni su mi dim u nosu, oganj što gori povazdan.
οἱ λέγοντες πόρρω ἀπ’ ἐμοῦ μὴ ἐγγίσῃς μου ὅτι καθαρός εἰμι οὗτος καπνὸς τοῦ θυμοῦ μου πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας
6 Evo, sve je napisano preda mnom: neću ušutjet' dok im ne platim, dok im ne platim u njedra,
ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν
7 za bezakonja vaša i vaših otaca, sva zajedno - govori Jahve. Koji su prinosili kad na gorama i pogrđivali me na brežuljcima - izmjerit ću im u krilo plaću za djela prijašnja.
τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν
8 Ovako govori Jahve: “Kao što o soku u grozdu vele: 'Ne uništavajte ga, u njemu je blagoslov!' tako ću učiniti i ja radi slugu svojih, neću sve uništiti.
οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας
9 Izvest ću iz Jakova potomstvo, a iz Jude baštinika gora svojih; baštinit će ih odabranici moji, i moje će se sluge ondje naseliti.
καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ
10 Šaron će postati pašnjak ovcama, a nizina akorska počivalište govedima - narodu mojem koji mene traži.
καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με
11 A vi koji ste Jahvu ostavili, koji ste zaboravili Svetu goru moju, koji pripremate stol Gadu, koji Meniju naljev lijevate,
ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα
12 za mač sam vas odredio - past ćete ničice da vas kolju. Jer zvao sam vas, a vi se niste odazvali, govorio sam, a vi niste slušali, nego ste činili što je zlo u očima mojim, izabirali ste što mi nije po volji.”
ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν πάντες ἐν σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε
13 Stog ovako Jahve Gospod govori: “Evo, sluge će moje jesti, a vi ćete gladovati. Evo, sluge će moje piti, a vi ćete žeđati. Evo, sluge će se moje veseliti, a vi ćete se stidjeti.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμεῖς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμεῖς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμεῖς δὲ αἰσχυνθήσεσθε
14 Evo, sluge će se moje radovati od sreće u srcu, a vi ćete vikati od boli u srcu i kukati duše slomljene!
ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε
15 Ime ćete svoje ostaviti za kletvu mojim izabranicima: 'Tako te ubio Jahve!' A sluge svoje on će zvati drugim imenom.
καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου ὑμᾶς δὲ ἀνελεῖ κύριος τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν
16 Tko se u zemlji bude blagoslivljao, nek' se blagoslivlje Bogom vjernim. I tko se u zemlji bude kleo, nek' se kune Bogom vjernim. Jer prijašnje će nevolje biti zaboravljene, od očiju mojih bit će sakrivene.
ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν
17 Jer, evo, ja stvaram nova nebesa i novu zemlju. Prijašnje se više neće spominjati niti će vam na um dolaziti.
ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν
18 Veselite se i dovijeka kličite zbog onoga što ja stvaram; jer, evo, od Jeruzalema stvaram klicanje, od naroda njegova radost.
ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
19 I klicat ću nad Jeruzalemom, radovat' se nad svojim narodom. U njemu više neće čuti ni plača ni vapaja.
καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς
20 U njemu više neće biti novorođenčeta koje živi malo dana ni starca koji ne bi godina svojih navršio: najmlađi će umrijet' kao stogodišnjak, a tko ne doživi stotinu godina prokletim će se smatrati.
καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται
21 Gradit će kuće i stanovat' u njima, saditi vinograde i uživati rod njihov.
καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν
22 Neće se više graditi da drugi stanuju ni saditi da drugi uživa: vijek naroda moga bit će k'o vijek drveta, izabranici moji dugo će uživati plodove ruku svojih.
καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν
23 Neće se zalud mučiti i neće rađati za smrt preranu, jer će oni s potomcima svojim biti rod blagoslovljenika Jahvinih.
οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ ἐστιν καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται
24 Prije nego me zazovu, ja ću im se odazvat'; još će govoriti, a ja ću ih već uslišiti.
καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν ἔτι λαλούντων αὐτῶν ἐρῶ τί ἐστιν
25 Vuk i jagnje zajedno će pasti, lav će jesti slamu k'o govedo; al' će se zmija prahom hraniti. Nitko neće činiti zla ni štete na svoj Svetoj gori mojoj” - govori Jahve.
τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα ὄφις δὲ γῆν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου λέγει κύριος