< Djela apostolska 23 >
1 Pavao uprije pogled u Vijeće i reče: “Braćo, ja sam posve mirne savjesti živio pred Bogom sve do dana današnjega.”
Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 Nato veliki svećenik Ananija naredi onima što stajahu uza nj da ga udare po ustima.
ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3 Onda mu Pavao reče: “Udarit će Bog tebe, zide obijeljeni! Ti li sjediš da me po Zakonu sudiš, a protuzakonito zapovijedaš da me biju?”
τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4 Oni što su ondje stajali rekoše nato: “Zar velikog svećenika Božjega da pogrđuješ?”
οἱ δὲ παρεστῶτες εἶπαν· τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
5 Pavao odvrati: “Nisam znao, braćo, da je veliki svećenik. Ta pisano je: Glavara naroda svoga ne proklinji.”
ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ (ὅτι *no*) ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 Pavao je znao da su oni dijelom saduceji, a dijelom farizeji pa povika u Vijeću: “Braćo, ja sam farizej, sin farizeja. Sudi mi se zbog nade, uskrsnuća mrtvih.”
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων (ἔκραζεν *N(k)O*) ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς (Φαρισαίων· *N(K)O*) περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
7 Tek što je on to rekao, nasta razmirica između farizeja i saduceja i mnoštvo se razdijeli.
Τοῦτο δὲ αὐτοῦ (εἰπόντος *N(k)(o)*) ἐγένετο στάσις τῶν Φαρισαίων καὶ (τῶν *k*) Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 Jer saduceji vele da nema uskrsnuća, ni anđela, ni duha, a farizeji sve to priznaju.
Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν (μήτε *N(k)O*) ἄγγελον μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9 Nasta velika graja te ustadoše neki pismoznanci farizejske stranke i zaoštre boj govoreći: “Ništa zlo ne nalazimo na tom čovjeku! A što ako mu je duh govorio, ili anđeo?”
Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες (τινὲς *NO*) (τῶν γραμματέων *N(k)O*) τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος (μὴ θεομαχῶμεν; *K*)
10 Kad razmirica posta još većom, poboja se tisućnik da Pavla ne rastrgaju pa zapovjedi da vojska siđe, otme ga ispred njih i povede u vojarnu.
πολλῆς δὲ (γινομένης *N(k)O*) στάσεως, (φοβηθεὶς *N(k)O*) ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα (καταβὰν *NK(o)*) (καὶ *k*) ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
11 Iduće noći pristupi mu Gospodin i reče: “Hrabro samo! Jer kao što si za me svjedočio u Jeruzalemu tako treba da i u Rimu posvjedočiš!”
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· θάρσει (Παῦλε· *k*) ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 Kad osvanu dan, skovaše Židovi urotu i zakleše se da neće ni jesti ni piti dok ne ubiju Pavla.
Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν (οἱ Ἰουδαῖοι *N(k)O*) ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
13 Bilo je više od četrdeset onih koji su skovali tu zavjeru.
ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν (ποιησάμενοι· *N(k)O*)
14 Oni odu k velikim svećenicima i starješinama pa reknu: “Zakletvom se zaklesmo ništa ne okusiti dok ne ubijemo Pavla.
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 Stoga vi sada zajedno s Vijećem predočite tisućniku neka vam ga dovede kao da kanite točnije razaznati njegov slučaj. A mi smo spremni pogubiti ga prije negoli se i približi.”
νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως (αὔριον *K*) καταγάγῃ αὐτὸν (εἰς *N(k)O*) ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 Ali sin Pavlove sestre doču za zavjeru, približi se i uđe u vojarnu dojaviti Pavlu.
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου (τὴν ἐνέδραν, *N(k)O*) παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
17 Pavao pak pozove jednog satnika i reče mu: “Ovog mladića odvedi k tisućniku: ima mu nešto dojaviti.”
προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· τὸν νεανίαν τοῦτον (ἀπάγαγε *NK(o)*) πρὸς τὸν χιλίαρχον· ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
18 On ga uze, odvede k tisućniku i reče mu: “Uznik me Pavao pozva i zaiska da ovog mladića privedem k tebi; ima ti nešto reći.”
ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν (νεανίσκον *N(k)O*) ἀγαγεῖν πρὸς σὲ ἔχοντά τι λαλῆσαί σοι.
19 Tisućnik ga prihvati za ruku, povede nasamo pa ga upita: “Što mi imaš dojaviti?”
ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο· τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20 “Židovi su se, reče on, dogovorili da te zamole da im sutra Pavla dovedeš u Vijeće kao da se kane točnije raspitati o njemu.
εἶπεν δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς (μέλλον *N(K)(O)*) τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21 Ne vjeruj im! U zasjedi ga čeka više od četrdeset onih koji se zakleše da neće jesti ni piti dok ga ne smaknu. Već su spremni, samo čekaju tvoju privolu.”
σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτὸν καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 Tisućnik onda otpusti mladića i zapovjedi mu: “Nikomu ne kazuj da si mi to dojavio.”
Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν (νεανίσκον *N(k)O*) παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
23 Zatim dozva dva satnika i reče im: “Pripravite dvjesta vojnika, sedamdeset konjanika i dvjesta strijelaca da nakon treće noćne ure pođu u Cezareju.
Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατονταρχῶν εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24 Neka se pripravi živina na koju će se posaditi Pavao te živ i zdrav dovesti k upravitelju Feliksu.”
κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα·
25 Napisa i pismo ovoga sadržaja:
γράψας ἐπιστολὴν (ἔχουσαν *N(k)O*) τὸν τύπον τοῦτον·
26 “Klaudije Lizija vrlom upravitelju Feliksu - pozdrav!
Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 Ovoga čovjeka Židovi uhvatiše i tek što ga ne smakoše kadli s vojskom pritrčah i istrgoh im ga kada doznah da je Rimljanin.
τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην (αὐτόν *k*) μαθὼν ὅτι Ῥωμαῖός ἐστιν·
28 Htjedoh saznati za što ga okrivljuju pa ga dovedoh u njihovo Vijeće.
βουλόμενός (τε ἐπιγνῶναι *N(k)O*) τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον (αὐτὸν *k*) εἰς τὸ συνέδριον αὐτῶν·
29 Utvrdih da ga okrivljuju za nešto prijeporno u njihovu zakonu i da nema nikakve krivnje kojom bi zaslužio smrt ili okove.
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
30 Kad mi pak dojaviše da su protiv njega skovali zavjeru, poslah ga k tebi, a tužitelje uputih neka se tebi obrate protiv njega.”
μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα (μέλλειν *k*) ἔσεσθαι (ὑπὸ τῶν Ἰουδαίων *K*) (ἐξαυτῆς *NK(O)*) ἔπεμψα πρὸς σὲ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. (ἔρρωσο *KO*)
31 Vojnici dakle, po primljenoj naredbi uzeše Pavla i odvedoše ga noću u Antipatridu.
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ (τῆς *k*) νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
32 Sutradan ostave konjanike da s njime pođu dalje, a oni se vratiše u vojarnu.
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς (ἀπέρχεσθαι *N(k)O*) σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 Kad konjanici stigoše u Cezareju, uručiše upravitelju pismo i privedoše mu Pavla.
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 Pošto upravitelj pročita pismo, zapita iz koje je pokrajine. Kad sazna da je iz Cilicije:
ἀναγνοὺς δὲ (ὁ ἡγεμών *k*) καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 “Saslušat ću te, reče, kad pristignu i tužitelji tvoji.” Onda zapovjedi čuvati ga u dvoru Herodovu.
διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. (κελεύσας *N(k)O*) (τε *k*) ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.