< 2 Korinčanima 1 >

1 Pavao, po volji Božjoj apostol Krista Isusa, i brat Timotej: Crkvi Božjoj u Korintu sa svima svetima u svoj Ahaji.
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
2 Milost vam i mir od Boga, Oca našega, i Gospodina Isusa Krista!
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Blagoslovljen Bog i Otac Gospodina našega Isusa Krista, Otac milosrđa i Bog svake utjehe!
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
4 On nas tješi u svakoj našoj nevolji da bismo i mi sve koji su u nevolji mogli tješiti onom utjehom kojom nas same tješi Bog.
ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ·
5 Jer kao što su obilate patnje Kristove u nama, tako je po Kristu obilata i utjeha naša.
ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
6 Bili mi nevoljama pritisnuti za vašu je to utjehu i spasenje; bili utješeni, za vašu je utjehu - djelotvornu: da strpljivo podnesete iste patnje koje i mi podnosimo.
εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως (και σωτηριας *KO*) τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν,
7 I tako je stamena nada naša o vama jer znamo: kao što ste zajedničari patnja tako ste i utjehe.
καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἰδότες ὅτι (ὡς *N(k)O*) κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8 Ne bismo doista htjeli, braćo, da ne znate za nevolju koja nas je snašla u Aziji. Bijasmo prekomjerno, preko snage, opterećeni te smo već strepili i za život.
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, (ὑπὲρ *NK(o)*) τῆς θλίψεως ἡμῶν τῆς γενομένης (ἡμῖν *k*) ἐν τῇ Ἀσίᾳ ὅτι καθ᾽ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
9 Ali u sebi prihvatismo i smrtnu osudu da se ne bismo uzdali u same sebe, nego u Boga koji uskrisuje mrtve.
ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
10 On nas je od takve smrti izbavio i izbavit će nas; u njega se uzdamo, on će nas i dalje izbavljati.
ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ (ῥύσεται *N(k)O*) εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται
11 A i vi ćete nam pomagati molitvom da bi mnogi za nas zahvaljivali Bogu na milosti koja nam je darovana posredovanjem mnogih.
συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ (ἡμῶν. *NK(O)*)
12 A ovo je naša slava: svjedočansto naše savjesti da smo u svijetu živjeli - osobito prema vama - u svetosti i iskrenosti Božjoj, ne u mudrosti tjelesnoj, nego u Božjoj milosti.
ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν (ἁπλότητι *NK(O)*) καὶ εἰλικρινείᾳ (τοῦ *no*) θεοῦ, (καὶ *no*) οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
13 Ta i ne pišemo vam drugo doli ovo što čitate i razumijete; a nadam se da ćete i do kraja razumjeti,
οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι (καὶ *k*) ἕως τέλους ἐπιγνώσεσθε,
14 kao što nas djelomično i razumjeste: da smo mi vaša slava kao i vi naša u Dan Gospodina našega Isusa.
καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου (ἡμῶν *NO*) Ἰησοῦ.
15 U tom uvjerenju namjeravao sam najprije doći k vama
Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην (τὸ *o*) πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν (χάριν *NK(O)*) (σχῆτε *N(k)O*)
16 i preko vas prijeći u Makedoniju pa se opet, da biste imali i drugu milost, iz Makedonije vratiti k vama da me vi otpratite u Judeju.
καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
17 Pa jesam li možda bio lakomislen kad sam to namjeravao? Ili što namjeravam, po tijelu namjeravam te je u mene istodobno “Da, da!” i “Ne, ne!”?
τοῦτο οὖν (βουλόμενος *N(k)O*) μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην, ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ;
18 Bog je svjedok: naša riječ vama nije “Da!” i “Ne!”
πιστὸς δὲ ὁ θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ (ἔστιν *N(k)O*) ναὶ καὶ οὔ·
19 jer Sin Božji, Isus Krist, koga mi - ja i Silvan i Timotej - vama navijestismo nije bio “Da!” i “Ne!” nego u njemu bijaše “Da!”.
ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν·
20 Doista, sva obećanja Božja u njemu su “Da!”. I stoga po njemu i naš “Amen!” Bogu na slavu!
ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· (διὸ *NO*) καὶ (δι᾽ αὐτοῦ *N(k)O*) τὸ ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν.
21 A Bog je onaj koji nas zajedno s vama utvrđuje za Krista; on nas i pomaza,
ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
22 on nas i zapečati i u srca naša dade zalog - Duha.
ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 A ja prizivljem Boga za svjedoka: duše mi, da vas poštedim, nisam više dolazio u Korint.
Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν ὅτι φειδόμενος ὑμῶν οὐκέτι οὐκέτι ἦλθον εἰς Κόρινθον·
24 Ta mi nismo gospodari vaše vjere, nego suradnici vaše radosti. Ta u vjeri ste postojani.
οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

< 2 Korinčanima 1 >