< 1 Timoteju 3 >

1 Vjerodostojna je riječ: teži li tko za nadgledništvom, časnu službu želi.
Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
2 Treba stoga da nadglednik bude besprijekoran, jedne žene muž, trijezan, razuman, sređen, gostoljubiv, sposoban poučavati,
δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
3 ne vinu sklon, ne nasilan nego popustljiv, ne ratoboran, ne srebroljubac;
μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
4 da svojom kućom dobro upravlja i sinove drži u pokornosti sa svom ozbiljnošću -
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· —
5 a ne zna li netko svojom kućom upravljati, kako će se brinuti za Crkvu Božju? -
εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; —
6 ne novoobraćenik da se ne bi uzoholio i pao pod osudu đavlovu.
μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.
7 A treba da ima i lijepo svjedočanstvo od onih vani, da ne bi u rug upao i zamku đavlovu.
δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
8 Ðakoni isto tako treba da budu ozbiljni, ne dvolični, ne odani mnogom vinu ni prljavu dobitku -
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
9 imajući otajstvo vjere u čistoj savjesti.
ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
10 I neka se najprije iskušavaju, pa onda, budu li besprigovorni, neka obavljaju službu.
καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
11 Žene isto tako neka budu ozbiljne, ne klevetnice nego trijezne, vjerne u svemu.
γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι.
12 đakoni neka budu jedne žene muževi, neka dobro upravljaju djecom i svojim kućama.
διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
13 Jer oni koji dobro obavljaju službu, stječu častan položaj i veliku smjelost u vjeri, vjeri u Isusu Kristu.
οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14 Ovo ti pišem u nadi da ću ubrzo doći k tebi,
Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον·
15 a okasnim li, da znaš kako se treba vladati u kući Božjoj, koja je Crkva Boga živoga, stup i uporište istine.
ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
16 Da, po sveopćem uvjerenju, veliko je Otajstvo pobožnosti: On, očitovan u tijelu, opravdan u Duhu, viđen od anđela, propovijedan među narodima, vjerovan u svijetu, uznesen u slavu.
καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

< 1 Timoteju 3 >