< 1 Korinčanima 3 >
1 I ja, braćo, nisam mogao govoriti vama kao duhovnima, nego kao tjelesnima, kao nejačadi u Kristu.
Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
2 Mlijekom vas napojih, ne jelom: još ne mogoste, a ni sada još ne možete
γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.
3 jer još ste tjelesni. Doista, dok je među vama zavist i prepiranje, zar niste tjelesni, zar po ljudsku ne postupate?
ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
4 Jer kad jedan govori: “Ja sam Pavlov”, a drugi: “Ja Apolonov”, niste li odveć ljudi?
ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
5 Ta što je Apolon? Što je Pavao? Poslužitelji po kojima povjerovaste - kako već komu Gospodin dade.
Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
6 Ja zasadih, Apolon zali, ali Bog dade rasti.
ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν·
7 Tako niti je što onaj tko sadi ni onaj tko zalijeva, nego Bog koji daje rasti.
ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός.
8 Tko sadi i tko zalijeva, jedno su; a svaki će po svome trudu primiti plaću.
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
9 Jer Božji smo suradnici: Božja ste njiva, Božja građevina.
Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10 Po milosti Božjoj koja mi je dana ja kao mudri graditelj postavih temelj, a drugi naziđuje; ali svaki neka pazi kako naziđuje.
Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
11 Jer nitko ne može postaviti drugoga temelja osim onoga koji je postavljen, a taj je Isus Krist.
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
12 Naziđuje li tko na ovom temelju zlatom, srebrom, dragim kamenjem, drvom, sijenom, slamom -
εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13 svačije će djelo izići na svjetlo. Onaj će Dan pokazati jer će se u ognju očitovati. I kakvo je čije djelo, oganj će iskušati.
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
14 Ostane li djelo, primit će plaću onaj tko ga je nazidao.
εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
15 Izgori li čije djelo, taj će štetovati; ipak, on će se sam spasiti, ali kao kroz oganj.
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16 Ne znate li? Hram ste Božji i Duh Božji prebiva u vama.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
17 Ako tko upropašćuje hram Božji, upropastit će njega Bog. Jer hram je Božji svet, a to ste vi.
εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Nitko neka se ne vara. Ako tko misli da je mudar među vama na ovome svijetu, neka bude lud da bude mudar. (aiōn )
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. (aiōn )
19 Jer mudrost ovoga svijeta ludost je pred Bogom. Ta pisano je: On hvata mudre u njihovu lukavstvu.
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
20 I opet: Gospodin poznaje namisli mudrih, one su isprazne.
καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
21 Zato neka se nitko ne hvasta ljudima jer sve je vaše.
ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
22 Bio Pavao, ili Apolon, ili Kefa, bio svijet, ili život, ili smrt, ili sadašnje, ili buduće: sve je vaše,
εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν,
23 vi Kristovi, a Krist Božji.
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.