< 西番雅書 2 >

1 不知羞恥的國民哪,你們應當聚集! 趁命令沒有發出, 日子過去如風前的糠, 耶和華的烈怒未臨到你們, 他發怒的日子未到以先, 你們應當聚集前來。
συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον
2
πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ἡμέραν θυμοῦ κυρίου
3 世上遵守耶和華典章的謙卑人哪, 你們都當尋求耶和華! 當尋求公義謙卑, 或者在耶和華發怒的日子可以隱藏起來。
ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γῆς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου
4 迦薩必致見棄; 亞實基倫必然荒涼。 人在正午必趕出亞實突的民; 以革倫也被拔出根來。
διότι Γάζα διηρπασμένη ἔσται καὶ Ἀσκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται
5 住沿海之地的基利提族有禍了! 迦南、非利士人之地啊,耶和華的話與你反對, 說:我必毀滅你,以致無人居住。
οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης πάροικοι Κρητῶν λόγος κυρίου ἐφ’ ὑμᾶς Χανααν γῆ ἀλλοφύλων καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας
6 沿海之地要變為草場, 其上有牧人的住處和羊群的圈。
καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων
7 這地必為猶大家剩下的人所得; 他們必在那裏牧放群羊, 晚上必躺臥在亞實基倫的房屋中; 因為耶和華-他們的上帝必眷顧他們, 使他們被擄的人歸回。
καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα ἐπ’ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν
8 我聽見摩押人的毀謗和亞捫人的辱罵, 就是毀謗我的百姓,自誇自大, 侵犯他們的境界。
ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου
9 萬軍之耶和華-以色列的上帝說: 我指着我的永生起誓: 摩押必像所多瑪, 亞捫人必像蛾摩拉, 都變為刺草、鹽坑、永遠荒廢之地。 我百姓所剩下的必擄掠他們; 我國中所餘剩的必得着他們的地。
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς
10 這事臨到他們是因他們驕傲,自誇自大, 毀謗萬軍之耶和華的百姓。
αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα
11 耶和華必向他們顯可畏之威, 因他必叫世上的諸神瘦弱。 列國海島的居民各在自己的地方敬拜他。
ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν
12 古實人哪,你們必被我的刀所殺。
καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε
13 耶和華必伸手攻擊北方,毀滅亞述, 使尼尼微荒涼,又乾旱如曠野。
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον
14 群畜,就是各國的走獸必臥在其中; 鵜鶘和箭豬要宿在柱頂上。 在窗戶內有鳴叫的聲音; 門檻都必毀壞, 香柏木已經露出。
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς
15 這是素來歡樂安然居住的城, 心裏說:惟有我,除我以外再沒有別的; 現在何竟荒涼成為野獸躺臥之處! 凡經過的人都必搖手嗤笑她。
αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς ὁ διαπορευόμενος δῑ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ

< 西番雅書 2 >