< 啟示錄 19 >
1 此後,我聽見好像群眾在天上大聲說: 哈利路亞! 救恩、榮耀、權能都屬乎我們的上帝!
Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, “Ἁλληλουϊά! Ἡ σωτηρία, καὶ ἡ δόξα, καὶ ἡ δύναμις, τοῦ ˚Θεοῦ ἡμῶν!
2 他的判斷是真實公義的; 因他判斷了那用淫行敗壞世界的大淫婦, 並且向淫婦討流僕人血的罪, 給他們伸冤。
‘Ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ’, ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ‘ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς’.”
3 又說: 哈利路亞! 燒淫婦的煙往上冒, 直到永永遠遠。 (aiōn )
Καὶ δεύτερον εἴρηκαν, “Ἁλληλουϊά! Καὶ ‘ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων’.” (aiōn )
4 那二十四位長老與四活物就俯伏敬拜坐寶座的上帝,說: 阿們!哈利路亞!
Καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες, καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ ˚Θεῷ, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες, “Ἀμήν! Ἁλληλουϊά!”
5 有聲音從寶座出來說: 上帝的眾僕人哪, 凡敬畏他的,無論大小, 都要讚美我們的上帝!
Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, “Αἰνεῖτε τῷ ˚Θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι!”
6 我聽見好像群眾的聲音,眾水的聲音,大雷的聲音,說: 哈利路亞! 因為主-我們的上帝、 全能者作王了。
Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, “Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν ˚Κύριος, ὁ ˚Θεὸς ἡμῶν ὁ Παντοκράτωρ.
7 我們要歡喜快樂, 將榮耀歸給他。 因為,羔羊婚娶的時候到了; 新婦也自己預備好了,
Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ Ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.”
8 就蒙恩得穿光明潔白的細麻衣。 (這細麻衣就是聖徒所行的義。)
Καὶ ἐδόθη αὐτῇ, ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
9 天使吩咐我說:「你要寫上:凡被請赴羔羊之婚筵的有福了!」又對我說:「這是上帝真實的話。」
Καὶ λέγει μοι, “Γράψον, ‘Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι.’” Καὶ λέγει μοι, “Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ ˚Θεοῦ εἰσιν.”
10 我就俯伏在他腳前要拜他。他說:「千萬不可!我和你,並你那些為耶穌作見證的弟兄同是作僕人的,你要敬拜上帝。」因為預言中的靈意乃是為耶穌作見證。
Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι, “Ὅρα μή· σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ˚Ἰησοῦ· τῷ ˚Θεῷ προσκύνησον. Ἡ γὰρ μαρτυρία ˚Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.”
11 我觀看,見天開了。有一匹白馬,騎在馬上的稱為誠信真實,他審判,爭戰,都按着公義。
Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν, Πιστὸς καλούμενος καὶ Ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
12 他的眼睛如火焰,他頭上戴着許多冠冕;又有寫着的名字,除了他自己沒有人知道。
Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός,
καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ Λόγος τοῦ ˚Θεοῦ.
14 在天上的眾軍騎着白馬,穿着細麻衣,又白又潔,跟隨他。
Καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 有利劍從他口中出來,可以擊殺列國。他必用鐵杖轄管他們,並要踹全能上帝烈怒的酒醡。
Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, “καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ”· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ ˚Θεοῦ τοῦ Παντοκράτορος.
16 在他衣服和大腿上有名寫着說:「萬王之王,萬主之主。」
Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὄνομα γεγραμμένον, “Βασιλεὺς βασιλέων καὶ ˚Κύριος κυρίων.”
17 我又看見一位天使站在日頭中,向天空所飛的鳥大聲喊着說:「你們聚集來赴上帝的大筵席,
Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, “Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ ˚Θεοῦ,
18 可以吃君王與將軍的肉,壯士與馬和騎馬者的肉,並一切自主的為奴的,以及大小人民的肉。」
ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων, καὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων.”
19 我看見那獸和地上的君王,並他們的眾軍都聚集,要與騎白馬的並他的軍兵爭戰。
Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν, συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 那獸被擒拿;那在獸面前曾行奇事、迷惑受獸印記和拜獸像之人的假先知,也與獸同被擒拿。他們兩個就活活地被扔在燒着硫磺的火湖裏; (Limnē Pyr )
Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης, ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. Ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς, τῆς καιομένης ἐν θείῳ. (Limnē Pyr )
21 其餘的被騎白馬者口中出來的劍殺了;飛鳥都吃飽了他們的肉。
Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.