< 詩篇 79 >

1 亞薩的詩。 上帝啊,外邦人進入你的產業, 污穢你的聖殿,使耶路撒冷變成荒堆,
ψαλμὸς τῷ Ασαφ ὁ θεός ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου ἔθεντο Ιερουσαλημ εἰς ὀπωροφυλάκιον
2 把你僕人的屍首交與天空的飛鳥為食, 把你聖民的肉交與地上的野獸,
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς
3 在耶路撒冷周圍流他們的血如水, 無人葬埋。
ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ιερουσαλημ καὶ οὐκ ἦν ὁ θάπτων
4 我們成為鄰國的羞辱, 成為我們四圍人的嗤笑譏刺。
ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν
5 耶和華啊,這到幾時呢? 你要動怒到永遠嗎? 你的憤恨要如火焚燒嗎?
ἕως πότε κύριε ὀργισθήσῃ εἰς τέλος ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου
6 願你將你的忿怒倒在那不認識你的外邦 和那不求告你名的國度。
ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο
7 因為他們吞了雅各, 把他的住處變為荒場。
ὅτι κατέφαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν
8 求你不要記念我們先祖的罪孽,向我們追討; 願你的慈悲快迎着我們, 因為我們落到極卑微的地步。
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου ὅτι ἐπτωχεύσαμεν σφόδρα
9 拯救我們的上帝啊,求你因你名的榮耀幫助我們! 為你名的緣故搭救我們,赦免我們的罪。
βοήθησον ἡμῖν ὁ θεὸς ὁ σωτὴρ ἡμῶν ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου κύριε ῥῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου
10 為何容外邦人說「他們的上帝在哪裏」呢? 願你使外邦人知道你在我們眼前 伸你僕人流血的冤。
μήποτε εἴπωσιν τὰ ἔθνη ποῦ ἐστιν ὁ θεὸς αὐτῶν καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου
11 願被囚之人的歎息達到你面前; 願你按你的大能力存留那些將要死的人。
εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων
12 主啊,願你將我們鄰邦所羞辱你的羞辱 加七倍歸到他們身上。
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε κύριε
13 這樣,你的民,你草場的羊, 要稱謝你,直到永遠; 要述說讚美你的話,直到萬代。
ἡμεῖς δὲ λαός σου καὶ πρόβατα τῆς νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου

< 詩篇 79 >