< 民數記 20 >

1 正月間,以色列全會眾到了尋的曠野,就住在加低斯。米利暗死在那裏,就葬在那裏。
καὶ ἦλθον οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς τὴν ἔρημον Σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης καὶ ἐτελεύτησεν ἐκεῖ Μαριαμ καὶ ἐτάφη ἐκεῖ
2 會眾沒有水喝,就聚集攻擊摩西、亞倫。
καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ααρων
3 百姓向摩西爭鬧說:「我們的弟兄曾死在耶和華面前,我們恨不得與他們同死。
καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου
4 你們為何把耶和華的會眾領到這曠野、使我們和牲畜都死在這裏呢?
καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν
5 你們為何逼着我們出埃及、領我們到這壞地方呢?這地方不好撒種,也沒有無花果樹、葡萄樹、石榴樹,又沒有水喝。」
καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν
6 摩西、亞倫離開會眾,到會幕門口,俯伏在地;耶和華的榮光向他們顯現。
καὶ ἦλθεν Μωυσῆς καὶ Ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς
7 耶和華曉諭摩西說:
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
8 「你拿着杖去,和你的哥哥亞倫招聚會眾,在他們眼前吩咐磐石發出水來,水就從磐石流出,給會眾和他們的牲畜喝。」
λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν καὶ δώσει τὰ ὕδατα αὐτῆς καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν
9 於是摩西照耶和華所吩咐的,從耶和華面前取了杖去。
καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος
10 摩西、亞倫就招聚會眾到磐石前。摩西說:「你們這些背叛的人聽我說:我為你們使水從這磐石中流出來嗎?」
καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθεῖς μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ
11 摩西舉手,用杖擊打磐石兩下,就有許多水流出來,會眾和他們的牲畜都喝了。
καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν
12 耶和華對摩西、亞倫說:「因為你們不信我,不在以色列人眼前尊我為聖,所以你們必不得領這會眾進我所賜給他們的地去。」
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς
13 這水名叫米利巴水,是因以色列人向耶和華爭鬧,耶和華就在他們面前顯為聖。
τοῦτο ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς
14 摩西從加低斯差遣使者去見以東王,說:「你的弟兄以色列人這樣說:『我們所遭遇的一切艱難,
καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς
15 就是我們的列祖下到埃及,我們在埃及久住;埃及人惡待我們的列祖和我們,
καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν
16 我們哀求耶和華的時候,他聽了我們的聲音,差遣使者把我們從埃及領出來。這事你都知道。如今,我們在你邊界上的城加低斯。
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου καὶ νῦν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τῶν ὁρίων σου
17 求你容我們從你的地經過。我們不走田間和葡萄園,也不喝井裏的水,只走大道,不偏左右,直到過了你的境界。』」
παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δῑ ἀγρῶν οὐδὲ δῑ ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου
18 以東王說:「你不可從我的地經過,免得我帶刀出去攻擊你。」
καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύσῃ δῑ ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι
19 以色列人說:「我們要走大道上去;我們和牲畜若喝你的水,必給你價值。不求別的,只求你容我們步行過去。」
καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα
20 以東王說:「你們不可經過!」就率領許多人出來,要用強硬的手攻擊以色列人。
ὁ δὲ εἶπεν οὐ διελεύσῃ δῑ ἐμοῦ καὶ ἐξῆλθεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ
21 這樣,以東王不肯容以色列人從他的境界過去。於是他們轉去,離開他。
καὶ οὐκ ἠθέλησεν Εδωμ δοῦναι τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ ἐξέκλινεν Ισραηλ ἀπ’ αὐτοῦ
22 以色列全會眾從加低斯起行,到了何珥山。
καὶ ἀπῆραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος
23 耶和華在附近以東邊界的何珥山上曉諭摩西、亞倫說:
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων
24 「亞倫要歸到他列祖那裏。他必不得入我所賜給以色列人的地;因為在米利巴水,你們違背了我的命。
προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας
25 你帶亞倫和他的兒子以利亞撒上何珥山,
λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
26 把亞倫的聖衣脫下來,給他的兒子以利亞撒穿上;亞倫必死在那裏,歸他列祖。」
καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ
27 摩西就照耶和華所吩咐的行。三人當着會眾的眼前上了何珥山。
καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς
28 摩西把亞倫的聖衣脫下來,給他的兒子以利亞撒穿上,亞倫就死在山頂那裏。於是摩西和以利亞撒下了山。
καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν Ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη Μωυσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους
29 全會眾,就是以色列全家,見亞倫已經死了,便都為亞倫哀哭了三十天。
καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ

< 民數記 20 >