< 馬太福音 4 >

1 當時,耶穌被聖靈引到曠野,受魔鬼的試探。
Τότε ὁ ˚Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ ˚Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 他禁食四十晝夜,後來就餓了。
Καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα, ὕστερον ἐπείνασεν.
3 那試探人的進前來,對他說:「你若是上帝的兒子,可以吩咐這些石頭變成食物。」
Καὶ προσελθὼν ὁ πειράζων, εἶπεν αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.”
4 耶穌卻回答說:「經上記着說: 人活着,不是單靠食物, 乃是靠上帝口裏所出的一切話。」
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Γέγραπται, ‘Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος ˚Θεοῦ.’”
5 魔鬼就帶他進了聖城,叫他站在殿頂上,
Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6 對他說:「你若是上帝的兒子,可以跳下去,因為經上記着說: 主要為你吩咐他的使者 用手托着你, 免得你的腳碰在石頭上。」
καὶ λέγει αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ, ὅτι ‘Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ’, καὶ, ‘Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.’”
7 耶穌對他說:「經上又記着說:『不可試探主-你的上帝。』」
Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Πάλιν γέγραπται, ‘Οὐκ ἐκπειράσεις ˚Κύριον τὸν ˚Θεόν σου.’”
8 魔鬼又帶他上了一座最高的山,將世上的萬國與萬國的榮華都指給他看,
Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
9 對他說:「你若俯伏拜我,我就把這一切都賜給你。」
καὶ εἶπεν αὐτῷ, “Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.”
10 耶穌說:「撒但,退去吧!因為經上記着說: 當拜主-你的上帝, 單要事奉他。」
Τότε λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ, ‘˚Κύριον τὸν ˚Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.’”
11 於是,魔鬼離了耶穌,有天使來伺候他。
Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 耶穌聽見約翰下了監,就退到加利利去;
Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 後又離開拿撒勒,往迦百農去,就住在那裏。那地方靠海,在西布倫和拿弗他利的邊界上。
Καὶ καταλιπὼν τὴν Ναζαρὰ, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ, τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
14 這是要應驗先知以賽亞的話,
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
15 說: 西布倫地,拿弗他利地, 就是沿海的路,約旦河外, 外邦人的加利利地-
“Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.
16 那坐在黑暗裏的百姓看見了大光; 坐在死蔭之地的人有光發現照着他們。
Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.”
17 從那時候,耶穌就傳起道來,說:「天國近了,你們應當悔改!」
Ἀπὸ τότε ἤρξατο ὁ ˚Ἰησοῦς κηρύσσειν καὶ λέγειν, “Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.”
18 耶穌在加利利海邊行走,看見弟兄二人,就是那稱呼彼得的西門和他兄弟安得烈,在海裏撒網;他們本是打魚的。
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλεεῖς.
19 耶穌對他們說:「來跟從我,我要叫你們得人如得魚一樣。」
Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων.”
20 他們就立刻捨了網,跟從了他。
Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
21 從那裏往前走,又看見弟兄二人,就是西庇太的兒子雅各和他兄弟約翰,同他們的父親西庇太在船上補網,耶穌就招呼他們,
Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22 他們立刻捨了船,別了父親,跟從了耶穌。
Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
23 耶穌走遍加利利,在各會堂裏教訓人,傳天國的福音,醫治百姓各樣的病症。
Καὶ περιῆγεν ὁ ˚Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 他的名聲就傳遍了敘利亞。那裏的人把一切害病的,就是害各樣疾病、各樣疼痛的和被鬼附的、癲癇的、癱瘓的,都帶了來,耶穌就治好了他們。
Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. Καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς, ἔχοντας ποικίλαις νόσοις, καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
25 當下,有許多人從加利利、低加坡里、耶路撒冷、猶太、約旦河外來跟着他。
Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας, καὶ Δεκαπόλεως, καὶ Ἱεροσολύμων, καὶ Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου.

< 馬太福音 4 >