< 馬可福音 1 >
Ἀρχὴ τοῦ εὐαγγελίου ˚Ἰησοῦ ˚Χριστοῦ, Υἱοῦ ˚Θεοῦ.
2 正如先知以賽亞書上記着說: 看哪,我要差遣我的使者在你前面, 預備道路。
Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ: “Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.”
3 在曠野有人聲喊着說: 預備主的道, 修直他的路。
“Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’”
4 照這話,約翰來了,在曠野施洗,傳悔改的洗禮,使罪得赦。
Ἐγένετο Ἰωάννης, ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 猶太全地和耶路撒冷的人都出去到約翰那裏,承認他們的罪,在約旦河裏受他的洗。
Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 約翰穿駱駝毛的衣服,腰束皮帶,吃的是蝗蟲、野蜜。
Καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.
7 他傳道說:「有一位在我以後來的,能力比我更大,我就是彎腰給他解鞋帶也是不配的。
Καὶ ἐκήρυσσεν λέγων, “Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8 我是用水給你們施洗,他卻要用聖靈給你們施洗。」
Ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ˚Πνεύματι Ἁγίῳ.”
9 那時,耶穌從加利利的拿撒勒來,在約旦河裏受了約翰的洗。
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ˚Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
10 他從水裏一上來,就看見天裂開了,聖靈彷彿鴿子,降在他身上。
Καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ ˚Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπʼ αὐτόν.
11 又有聲音從天上來,說:「你是我的愛子,我喜悅你。」
Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν: “Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.”
Καὶ εὐθὺς τὸ ˚Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 他在曠野四十天,受撒但的試探,並與野獸同在一處,且有天使來伺候他。
Καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 約翰下監以後,耶穌來到加利利,宣傳上帝的福音,
Καὶ Μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ ˚Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ
15 說:「日期滿了,上帝的國近了。你們當悔改,信福音!」
καὶ λέγων, ὅτι “Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.”
16 耶穌順着加利利的海邊走,看見西門和西門的兄弟安得烈在海裏撒網;他們本是打魚的。
Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν Σίμωνα καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν Σίμωνος, ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς.
17 耶穌對他們說:「來跟從我,我要叫你們得人如得魚一樣。」
Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.”
Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
19 耶穌稍往前走,又見西庇太的兒子雅各和雅各的兄弟約翰在船上補網。
Καὶ προβὰς ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
20 耶穌隨即招呼他們,他們就把父親西庇太和雇工人留在船上,跟從耶穌去了。
Καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω αὐτοῦ.
Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν, εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκεν.
22 眾人很希奇他的教訓;因為他教訓他們,正像有權柄的人,不像文士。
Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
24 「拿撒勒人耶穌,我們與你有甚麼相干?你來滅我們嗎?我知道你是誰,乃是上帝的聖者。」
λέγων, “Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ!”
25 耶穌責備他說:「不要作聲!從這人身上出來吧。」
Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς λέγων, “Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ!”
Καὶ σπαράξαν αὐτὸν, τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ φωνῆσαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
27 眾人都驚訝,以致彼此對問說:「這是甚麼事?是個新道理啊!他用權柄吩咐污鬼,連污鬼也聽從了他。」
Καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας, “Τί ἐστιν τοῦτο; διδαχὴ καινή, κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!”
Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 他們一出會堂,就同着雅各、約翰,進了西門和安得烈的家。
Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθὼν, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
31 耶穌進前拉着她的手,扶她起來,熱就退了,她就服事他們。
Καὶ προσελθὼν, ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός. Καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
32 天晚日落的時候,有人帶着一切害病的,和被鬼附的,來到耶穌跟前。
Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.
Καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
34 耶穌治好了許多害各樣病的人,又趕出許多鬼,不許鬼說話,因為鬼認識他。
Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν τὰ δαιμόνια, λαλεῖν ὅτι ᾔδεισαν αὐτόν. ˚Χριστὸν εἶναι.
35 次日早晨,天未亮的時候,耶穌起來,到曠野地方去,在那裏禱告。
Καὶ πρωῒ ἔννυχα λίαν, ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
Καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετʼ αὐτοῦ,
καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ, ὅτι “Πάντες ζητοῦσίν σε!”
38 耶穌對他們說:「我們可以往別處去,到鄰近的鄉村,我也好在那裏傳道,因為我是為這事出來的。」
Καὶ λέγει αὐτοῖς, “Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.”
Καὶ ἦλθεν κηρύσσων, εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 有一個長大痲瘋的來求耶穌,向他跪下,說:「你若肯,必能叫我潔淨了。」
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν λέγων αὐτῷ, ὅτι “Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
41 耶穌動了慈心,就伸手摸他,說:「我肯,你潔淨了吧!」
Καὶ σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο καὶ λέγει αὐτῷ, “Θέλω, καθαρίσθητι.”
Καὶ εὐθὺς ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθὺς ἐξέβαλεν αὐτόν,
44 對他說:「你要謹慎,甚麼話都不可告訴人,只要去把身體給祭司察看,又因為你潔淨了,獻上摩西所吩咐的禮物,對眾人作證據。」
καὶ λέγει αὐτῷ, “Ὅρα, μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
45 那人出去,倒說許多的話,把這件事傳揚開了,叫耶穌以後不得再明明地進城,只好在外邊曠野地方。人從各處都就了他來。
Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλʼ ἔξω ἐπʼ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.