< 馬可福音 13 >
1 耶穌從殿裏出來的時候,有一個門徒對他說:「夫子,請看,這是何等的石頭!何等的殿宇!」
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 耶穌對他說:「你看見這大殿宇嗎?將來在這裏沒有一塊石頭留在石頭上,不被拆毀了。」
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.
3 耶穌在橄欖山上對聖殿而坐。彼得、雅各、約翰,和安得烈暗暗地問他說:
καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,
4 「請告訴我們,甚麼時候有這些事呢?這一切事將成的時候有甚麼預兆呢?」
Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 將來有好些人冒我的名來,說:『我是基督』,並且要迷惑許多人。
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν.
7 你們聽見打仗和打仗的風聲,不要驚慌。這些事是必須有的,只是末期還沒有到。
ὅταν δὲ ἀκούετε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ [γὰρ] γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 民要攻打民,國要攻打國;多處必有地震、饑荒。這都是災難的起頭。
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· ἔσονται σεισμοὶ κατὰ τόπους, [καὶ] ἔσονται λιμοί. ἀρχὴ ὠδίνων ταῦτα.
9 但你們要謹慎;因為人要把你們交給公會, 並且你們在會堂裏要受鞭打,又為我的緣故站在諸侯與君王面前,對他們作見證。
βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν [γὰρ] ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγάς, δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς·
καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 人把你們拉去交官的時候,不要預先思慮說甚麼;到那時候,賜給你們甚麼話,你們就說甚麼;因為說話的不是你們,乃是聖靈。
καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμε ριμνᾶτε τί λαλήσητε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12 弟兄要把弟兄,父親要把兒子,送到死地;兒女要起來與父母為敵,害死他們;
καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς,
13 並且你們要為我的名被眾人恨惡。惟有忍耐到底的,必然得救。」
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 「你們看見那行毀壞可憎的,站在不當站的地方(讀這經的人須要會意)。那時,在猶太的,應當逃到山上;
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, (ὁ ἀναγινώσκων νοείτω, ) τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15 在房上的,不要下來,也不要進去拿家裏的東西;
ὁ [δὲ] ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ·
καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος.
19 因為在那些日子必有災難,自從上帝創造萬物直到如今,並沒有這樣的災難,後來也必沒有。
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεός, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.
20 若不是主減少那日子,凡有血氣的,總沒有一個得救的;只是為主的選民,他將那日子減少了。
καὶ εἰ μὴ κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
21 那時若有人對你們說:『看哪,基督在這裏』,或說:『基督在那裏』,你們不要信!
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἴδε ὧδε ὁ χριστός, ἢ ἴδε ἐκεῖ, μὴ πιστεύετε.
22 因為假基督、假先知將要起來,顯神蹟奇事,倘若能行,就把選民迷惑了。
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, [καὶ] τοὺς ἐκλεκτούς.
23 你們要謹慎。看哪,凡事我都預先告訴你們了。」
ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
24 「在那些日子,那災難以後, 日頭要變黑了, 月亮也不放光,
Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 那時,他們要看見人子有大能力、大榮耀,駕雲降臨。
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμε νον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 他要差遣天使,把他的選民,從四方,從地極直到天邊,都招聚了來。」
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 「你們可以從無花果樹學個比方:當樹枝發嫩長葉的時候,你們就知道夏天近了。
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφυῇ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 這樣,你們幾時看見這些事成就,也該知道人子近了,正在門口了。
οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 我實在告訴你們,這世代還沒有過去,這些事都要成就。
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται.
32 「但那日子,那時辰,沒有人知道,連天上的使者也不知道,子也不知道,惟有父知道。
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 你們要謹慎,警醒祈禱,因為你們不曉得那日期幾時來到。
Βλέπετε, ἀγρυπνεῖτε [καὶ προσεύχεσθε]· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 這事正如一個人離開本家,寄居外邦,把權柄交給僕人,分派各人當做的工,又吩咐看門的警醒。
ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 所以,你們要警醒;因為你們不知道家主甚麼時候來,或晚上,或半夜,或雞叫,或早晨;
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, Γρηγορεῖτε.