< 約翰福音 6 >

1 這事以後,耶穌渡過加利利海,就是提比哩亞海。
Μετὰ ταῦτα, ἀπῆλθεν ὁ ˚Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
2 有許多人因為看見他在病人身上所行的神蹟,就跟隨他。
Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 耶穌上了山,和門徒一同坐在那裏。
Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ˚Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 那時猶太人的逾越節近了。
Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 耶穌舉目看見許多人來,就對腓力說:「我們從哪裏買餅叫這些人吃呢?」(
Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, “Πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;”
6 他說這話是要試驗腓力;他自己原知道要怎樣行。)
Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
7 腓力回答說:「就是二十兩銀子的餅,叫他們各人吃一點也是不夠的。」
Ἀπεκρίθη αὐτῷ Φίλιππος, “Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ λάβῃ.”
8 有一個門徒,就是西門‧彼得的兄弟安得烈,對耶穌說:
Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
9 「在這裏有一個孩童,帶着五個大麥餅、兩條魚,只是分給這許多人還算甚麼呢?」
“Ἔστιν παιδάριον ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;”
10 耶穌說:「你們叫眾人坐下。」原來那地方的草多,眾人就坐下,數目約有五千。
Εἶπεν ὁ ˚Ἰησοῦς, “Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.” Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσαν οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.
11 耶穌拿起餅來,祝謝了,就分給那坐着的人;分魚也是這樣,都隨着他們所要的。
Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ ˚Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
12 他們吃飽了,耶穌對門徒說:「把剩下的零碎收拾起來,免得有糟蹋的。」
Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.”
13 他們便將那五個大麥餅的零碎,就是眾人吃了剩下的,收拾起來,裝滿了十二個籃子。
Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
14 眾人看見耶穌所行的神蹟,就說:「這真是那要到世間來的先知!」
Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον, ὅτι “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.”
15 耶穌既知道眾人要來強逼他作王,就獨自又退到山上去了。
˚Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 到了晚上,他的門徒下海邊去,
Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17 上了船,要過海往迦百農去。天已經黑了,耶穌還沒有來到他們那裏。
καὶ ἐμβάντες εἰς πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω πρὸς αὐτοὺς ἐληλύθει ὁ ˚Ἰησοῦς.
18 忽然狂風大作,海就翻騰起來。
Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19 門徒搖櫓,約行了十里多路,看見耶穌在海面上走,漸漸近了船,他們就害怕。
Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν ˚Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20 耶穌對他們說:「是我,不要怕!」
Ὁ δὲ λέγει αὐτοῖς, “Ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
21 門徒就喜歡接他上船,船立時到了他們所要去的地方。
Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 第二日,站在海那邊的眾人知道那裏沒有別的船,只有一隻小船,又知道耶穌沒有同他的門徒上船,乃是門徒自己去的。
Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ˚Ἰησοῦς εἰς τὸ πλοῖον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
23 然而,有幾隻小船從提比哩亞來,靠近主祝謝後分餅給人吃的地方。
ἄλλα ἦλθεν πλοῖα ἐκ Τιβεριάδος, ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ ˚Κυρίου.
24 眾人見耶穌和門徒都不在那裏,就上了船,往迦百農去找耶穌。
Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια, καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν ˚Ἰησοῦν.
25 既在海那邊找着了,就對他說:「拉比,是幾時到這裏來的?」
Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, “Ῥαββί, πότε ὧδε γέγονας;”
26 耶穌回答說:「我實實在在地告訴你們,你們找我,並不是因見了神蹟,乃是因吃餅得飽。
Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 不要為那必壞的食物勞力,要為那存到永生的食物勞力,就是人子要賜給你們的,因為人子是父上帝所印證的。」 (aiōnios g166)
Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ ˚Θεός.” (aiōnios g166)
28 眾人問他說:「我們當行甚麼才算做上帝的工呢?」
Εἶπον οὖν πρὸς αὐτόν, “Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ ˚Θεοῦ;”
29 耶穌回答說:「信上帝所差來的,這就是做上帝的工。」
Ἀπεκρίθη ὁ ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ ἔργον τοῦ ˚Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.”
30 他們又說:「你行甚麼神蹟,叫我們看見就信你;你到底做甚麼事呢?
Εἶπον οὖν αὐτῷ, “Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
31 我們的祖宗在曠野吃過嗎哪,如經上寫着說:『他從天上賜下糧來給他們吃。』」
Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ‘Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.’”
32 耶穌說:「我實實在在地告訴你們,那從天上來的糧不是摩西賜給你們的,乃是我父將天上來的真糧賜給你們。
Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 因為上帝的糧就是那從天上降下來、賜生命給世界的。」
Ὁ γὰρ ἄρτος τοῦ ˚Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.”
34 他們說:「主啊,常將這糧賜給我們!」
Εἶπον οὖν πρὸς αὐτόν, “Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.”
35 耶穌說:「我就是生命的糧。到我這裏來的,必定不餓;信我的,永遠不渴。
Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ, οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε.
36 只是我對你們說過,你們已經看見我,還是不信。
Ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
37 凡父所賜給我的人必到我這裏來;到我這裏來的,我總不丟棄他。
Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ἐμὲ, οὐ μὴ ἐκβάλω ἔξω.
38 因為我從天上降下來,不是要按自己的意思行,乃是要按那差我來者的意思行。
Ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39 差我來者的意思就是:他所賜給我的,叫我一個也不失落,在末日卻叫他復活。
Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.
40 因為我父的意思是叫一切見子而信的人得永生,並且在末日我要叫他復活。」 (aiōnios g166)
Τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.” (aiōnios g166)
41 猶太人因為耶穌說「我是從天上降下來的糧」,就私下議論他,
Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.”
42 說:「這不是約瑟的兒子耶穌嗎?他的父母我們豈不認得嗎?他如今怎麼說『我是從天上降下來的』呢?」
Καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ˚Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς νῦν λέγει, ὅτι ‘Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα’;”
43 耶穌回答說:「你們不要大家議論。
Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Μὴ γογγύζετε μετʼ ἀλλήλων.
44 若不是差我來的父吸引人,就沒有能到我這裏來的;到我這裏來的,在末日我要叫他復活。
Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
45 在先知書上寫着說:『他們都要蒙上帝的教訓。』凡聽見父之教訓又學習的,就到我這裏來。
Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, ‘Καὶ ἔσονται πάντες διδακτοὶ ˚Θεοῦ.’ Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρὸς με.
46 這不是說有人看見過父,惟獨從上帝來的,他看見過父。
Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ ˚Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα.
47 我實實在在地告訴你們,信的人有永生。 (aiōnios g166)
Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. (aiōnios g166)
48 我就是生命的糧。
Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 你們的祖宗在曠野吃過嗎哪,還是死了。
Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον.
50 這是從天上降下來的糧,叫人吃了就不死。
Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ.
51 我是從天上降下來生命的糧;人若吃這糧,就必永遠活着。我所要賜的糧就是我的肉,為世人之生命所賜的。」 (aiōn g165)
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” (aiōn g165)
52 因此,猶太人彼此爭論說:「這個人怎能把他的肉給我們吃呢?」
Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;”
53 耶穌說:「我實實在在地告訴你們,你們若不吃人子的肉,不喝人子的血,就沒有生命在你們裏面。
Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54 吃我肉、喝我血的人就有永生,在末日我要叫他復活。 (aiōnios g166)
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. (aiōnios g166)
55 我的肉真是可吃的,我的血真是可喝的。
Ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.
56 吃我肉、喝我血的人常在我裏面,我也常在他裏面。
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
57 永活的父怎樣差我來,我又因父活着;照樣,吃我肉的人也要因我活着。
Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει διʼ ἐμέ.
58 這就是從天上降下來的糧。吃這糧的人就永遠活着,不像你們的祖宗吃過嗎哪還是死了。」 (aiōn g165)
Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.” (aiōn g165)
59 這些話是耶穌在迦百農會堂裏教訓人說的。
Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καφαρναούμ.
60 他的門徒中有好些人聽見了,就說:「這話甚難,誰能聽呢?」
Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, “Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;”
61 耶穌心裏知道門徒為這話議論,就對他們說:「這話是叫你們厭棄嗎?
Εἰδὼς δὲ ὁ ˚Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, “Τοῦτο ὑμᾶς σκανδαλίζει;
62 倘或你們看見人子升到他原來所在之處,怎麼樣呢?
Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63 叫人活着的乃是靈,肉體是無益的。我對你們所說的話就是靈,就是生命。
Τὸ ˚Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
64 只是你們中間有不信的人。」耶穌從起頭就知道誰不信他,誰要賣他。
Ἀλλʼ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν.” ἬΙδει γὰρ ἐξ ἀρχῆς ὁ ˚Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
65 耶穌又說:「所以我對你們說過,若不是蒙我父的恩賜,沒有人能到我這裏來。」
Καὶ ἔλεγεν, “Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός.”
66 從此,他門徒中多有退去的,不再和他同行。
Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν.
67 耶穌就對那十二個門徒說:「你們也要去嗎?」
Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τοῖς δώδεκα, “Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;”
68 西門‧彼得回答說:「主啊,你有永生之道,我們還歸從誰呢? (aiōnios g166)
Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. (aiōnios g166)
69 我們已經信了,又知道你是上帝的聖者。」
Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ ˚Θεοῦ.”
70 耶穌說:「我不是揀選了你們十二個門徒嗎?但你們中間有一個是魔鬼。」
Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;”
71 耶穌這話是指着加略人西門的兒子猶大說的;他本是十二個門徒裏的一個,後來要賣耶穌的。
Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.

< 約翰福音 6 >