< 約翰福音 21 >
1 這些事以後,耶穌在提比哩亞海邊又向門徒顯現。他怎樣顯現記在下面:
Μετὰ ταῦτα, ἐφανέρωσεν ἑαυτὸν πάλιν ˚Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως:
2 有西門‧彼得和稱為低土馬的多馬,並加利利的迦拿人拿但業,還有西庇太的兩個兒子,又有兩個門徒,都在一處。
ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3 西門‧彼得對他們說:「我打魚去。」他們說:「我們也和你同去。」他們就出去,上了船;那一夜並沒有打着甚麼。
Λέγει αὐτοῖς Σίμων Πέτρος, “Ὑπάγω ἁλιεύειν.” Λέγουσιν αὐτῷ, “Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.” Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 天將亮的時候,耶穌站在岸上,門徒卻不知道是耶穌。
Πρωΐας δὲ ἤδη γινομένης, ἔστη ˚Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ˚Ἰησοῦς ἐστιν.
5 耶穌就對他們說:「小子!你們有吃的沒有?」他們回答說:「沒有。」
Λέγει οὖν αὐτοῖς ˚Ἰησοῦς, “Παιδία, μή τι προσφάγιον ἔχετε;” Ἀπεκρίθησαν αὐτῷ, “Οὔ.”
6 耶穌說:「你們把網撒在船的右邊,就必得着。」他們便撒下網去,竟拉不上來了,因為魚甚多。
Ὁ δὲ εἶπεν αὐτοῖς, “Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.” Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 耶穌所愛的那門徒對彼得說:「是主!」那時西門‧彼得赤着身子,一聽見是主,就束上一件外衣,跳在海裏。
Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Ὁ ˚Κύριός ἐστιν.” Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ ˚Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
8 其餘的門徒離岸不遠,約有二百肘,就在小船上把那網魚拉過來。
Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 他們上了岸,就看見那裏有炭火,上面有魚,又有餅。
Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.”
11 西門‧彼得就去,把網拉到岸上。那網滿了大魚,共一百五十三條;魚雖這樣多,網卻沒有破。
Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
12 耶穌說:「你們來吃早飯。」門徒中沒有一個敢問他:「你是誰?」因為知道是主。
Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε, ἀριστήσατε.” Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, “Σὺ τίς εἶ;” Εἰδότες ὅτι ὁ ˚Κύριός ἐστιν.
Ἔρχεται ˚Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 耶穌從死裏復活以後,向門徒顯現,這是第三次。
Τοῦτο ἤδη τρίτον ἐφανερώθη ˚Ἰησοῦς τοῖς μαθηταῖς, ἐγερθεὶς ἐκ νεκρῶν.
15 他們吃完了早飯,耶穌對西門‧彼得說:「約翰的兒子西門,你愛我比這些更深嗎?」彼得說:「主啊,是的,你知道我愛你。」耶穌對他說:「你餵養我的小羊。」
Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ˚Ἰησοῦς, “Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Βόσκε τὰ ἀρνία μου.”
16 耶穌第二次又對他說:「約翰的兒子西門,你愛我嗎?」彼得說:「主啊,是的,你知道我愛你。」耶穌說:「你牧養我的羊。」
Λέγει αὐτῷ πάλιν δεύτερον, “Σίμων Ἰωάννου, ἀγαπᾷς με;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Ποίμαινε τὰ πρόβατά μου.”
17 第三次對他說:「約翰的兒子西門,你愛我嗎?」彼得因為耶穌第三次對他說「你愛我嗎」,就憂愁,對耶穌說:「主啊,你是無所不知的;你知道我愛你。」耶穌說:「你餵養我的羊。
Λέγει αὐτῷ τὸ τρίτον, “Σίμων Ἰωάννου, φιλεῖς με;” Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, “Φιλεῖς με;” Καὶ λέγει αὐτῷ, “˚Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.” Λέγει αὐτῷ ˚Ἰησοῦς, “Βόσκε τὰ προβάτιά μου.”
18 我實實在在地告訴你,你年少的時候,自己束上帶子,隨意往來;但年老的時候,你要伸出手來,別人要把你束上,帶你到不願意去的地方。」
Ἀμὴν, ἀμὴν, λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσουσιν σε, καὶ οἴσει ὅπου οὐ θέλεις.
19 (耶穌說這話是指着彼得要怎樣死,榮耀上帝。)說了這話,就對他說:「你跟從我吧!」
Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν ˚Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ, “Ἀκολούθει μοι.”
20 彼得轉過來,看見耶穌所愛的那門徒跟着,(就是在晚飯的時候,靠着耶穌胸膛說:「主啊,賣你的是誰?」的那門徒。)
Ἐπιστραφεὶς, ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ˚Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, “˚Κύριε, τίς ἐστιν, ὁ παραδιδούς σε;”
21 彼得看見他,就問耶穌說:「主啊,這人將來如何?」
Τοῦτον οὖν ἰδὼν, ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “˚Κύριε, οὗτος δὲ τί;”
22 耶穌對他說:「我若要他等到我來的時候,與你何干?你跟從我吧!」
Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σύ μοι ἀκολούθει!”
23 於是這話傳在弟兄中間,說那門徒不死。其實,耶穌不是說他不死,乃是說:「我若要他等到我來的時候,與你何干?」
Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. Οὐκ εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς ὅτι Οὐκ ἀποθνῄσκει, ἀλλʼ, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;”
24 為這些事作見證,並且記載這些事的就是這門徒;我們也知道他的見證是真的。
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
25 耶穌所行的事還有許多,若是一一地都寫出來,我想,所寫的書就是世界也容不下了。
Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ˚Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.