< 以賽亞書 45 >
1 我-耶和華所膏的塞魯士; 我攙扶他的右手, 使列國降伏在他面前。 我也要放鬆列王的腰帶, 使城門在他面前敞開, 不得關閉。 我對他如此說:
οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
2 我必在你前面行, 修平崎嶇之地。 我必打破銅門, 砍斷鐵閂。
ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
3 我要將暗中的寶物和隱密的財寶賜給你, 使你知道提名召你的, 就是我-耶和華、以色列的上帝。
καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ισραηλ
4 因我僕人雅各, 我所揀選以色列的緣故, 我就提名召你; 你雖不認識我, 我也加給你名號。
ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
5 我是耶和華,在我以外並沒有別神; 除了我以外再沒有上帝。 你雖不認識我, 我必給你束腰。
ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός καὶ οὐκ ᾔδεις με
6 從日出之地到日落之處 使人都知道除了我以外,沒有別神。 我是耶和華; 在我以外並沒有別神。
ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
7 我造光,又造暗; 我施平安,又降災禍; 造作這一切的是我-耶和華。
ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα πάντα
8 諸天哪,自上而滴, 穹蒼降下公義; 地面開裂,產出救恩, 使公義一同發生; 這都是我-耶和華所造的。
εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
9 禍哉,那與造他的主爭論的! 他不過是地上瓦片中的一塊瓦片。 泥土豈可對摶弄它的說:你做甚麼呢? 所做的物豈可說:你沒有手呢?
ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας
10 禍哉,那對父親說: 你生的是甚麼呢? 或對母親說: 你產的是甚麼呢?
ὁ λέγων τῷ πατρί τί γεννήσεις καὶ τῇ μητρί τί ὠδινήσεις
11 耶和華-以色列的聖者, 就是造就以色列的如此說: 將來的事,你們可以問我; 至於我的眾子,並我手的工作, 你們可以求我命定。
ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι
12 我造地,又造人在地上。 我親手鋪張諸天; 天上萬象也是我所命定的。
ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην
13 我憑公義興起塞魯士, 又要修直他一切道路。 他必建造我的城, 釋放我被擄的民; 不是為工價,也不是為賞賜。 這是萬軍之耶和華說的。
ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἶπεν κύριος σαβαωθ
14 耶和華如此說: 埃及勞碌得來的和古實的貨物必歸你; 身量高大的西巴人必投降你,也要屬你。 他們必帶着鎖鍊過來隨從你, 又向你下拜,祈求你說: 上帝真在你們中間,此外再沒有別神; 再沒有別的上帝。
οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐροῦσιν οὐκ ἔστιν θεὸς πλὴν σοῦ
15 救主-以色列的上帝啊, 你實在是自隱的上帝。
σὺ γὰρ εἶ θεός καὶ οὐκ ᾔδειμεν ὁ θεὸς τοῦ Ισραηλ σωτήρ
16 凡製造偶像的都必抱愧蒙羞, 都要一同歸於慚愧。
αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ ἐγκαινίζεσθε πρός με νῆσοι
17 惟有以色列必蒙耶和華的拯救, 得永遠的救恩。 你們必不蒙羞,也不抱愧, 直到永世無盡。
Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος
18 創造諸天的耶和華, 製造成全大地的上帝, 他創造堅定大地, 並非使地荒涼, 是要給人居住。 他如此說: 我是耶和華,再沒有別神。
οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19 我沒有在隱密黑暗之地說話; 我沒有對雅各的後裔說: 你們尋求我是徒然的。 我-耶和華所講的是公義, 所說的是正直。
οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ οὐκ εἶπα τῷ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20 你們從列國逃脫的人, 要一同聚集前來。 那些抬着雕刻木偶、 禱告不能救人之神的, 毫無知識。
συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σῴζουσιν
21 你們要述說陳明你們的理, 讓他們彼此商議。 誰從古時指明? 誰從上古述說? 不是我-耶和華嗎? 除了我以外,再沒有上帝; 我是公義的上帝,又是救主; 除了我以外,再沒有別神。
εἰ ἀναγγελοῦσιν ἐγγισάτωσαν ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ ἀρχῆς τότε ἀνηγγέλη ὑμῖν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ
22 地極的人都當仰望我, 就必得救; 因為我是上帝,再沒有別神。
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23 我指着自己起誓, 我口所出的話是憑公義,並不反回: 萬膝必向我跪拜; 萬口必憑我起誓。
κατ’ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ
24 人論我說, 公義、能力,惟獨在乎耶和華; 人都必歸向他。 凡向他發怒的必至蒙羞。
λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25 以色列的後裔都必因耶和華得稱為義, 並要誇耀。
ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ