< 以賽亞書 41 >
1 眾海島啊,當在我面前靜默; 眾民當重新得力, 都要近前來才可以說話, 我們可以彼此辯論。
ἐγκαινίζεσθε πρός με νῆσοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν
2 誰從東方興起一人, 憑公義召他來到腳前呢? 耶和華將列國交給他, 使他管轄君王, 把他們如灰塵交與他的刀, 如風吹的碎稭交與他的弓。
τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν
καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ
4 誰行做成就這事, 從起初宣召歷代呢? 就是我-耶和華! 我是首先的, 也與末後的同在。
τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
5 海島看見就都害怕; 地極也都戰兢, 就近前來。
εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα
κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ
7 木匠勉勵銀匠, 用鎚打光的勉勵打砧的, 論銲工說,銲得好; 又用釘子釘穩,免得偶像動搖。
ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται
8 惟你以色列-我的僕人, 雅各-我所揀選的, 我朋友亞伯拉罕的後裔,
σὺ δέ Ισραηλ παῖς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα
9 你是我從地極所領來的, 從地角所召來的, 且對你說:你是我的僕人; 我揀選你,並不棄絕你。
οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι παῖς μου εἶ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε
10 你不要害怕,因為我與你同在; 不要驚惶,因為我是你的上帝。 我必堅固你,我必幫助你; 我必用我公義的右手扶持你。
μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι μὴ πλανῶ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου
11 凡向你發怒的必都抱愧蒙羞; 與你相爭的必如無有,並要滅亡。
ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου
12 與你爭競的,你要找他們也找不着; 與你爭戰的必如無有,成為虛無。
ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε
13 因為我耶和華- 你的上帝必攙扶你的右手, 對你說:不要害怕! 我必幫助你。
ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου ὁ λέγων σοι μὴ φοβοῦ
14 你這蟲雅各和你們以色列人, 不要害怕! 耶和華說:我必幫助你。 你的救贖主就是以色列的聖者。
Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ
15 看哪,我已使你成為 有快齒打糧的新器具; 你要把山嶺打得粉碎, 使岡陵如同糠詷。
ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις
16 你要把它簸揚,風要吹去; 旋風要把它颳散。 你倒要以耶和華為喜樂, 以以色列的聖者為誇耀。
καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται
17 困苦窮乏人尋求水卻沒有; 他們因口渴,舌頭乾燥。 我-耶和華必應允他們; 我-以色列的上帝必不離棄他們。
οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς
18 我要在淨光的高處開江河, 在谷中開泉源; 我要使沙漠變為水池, 使乾地變為湧泉。
ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς
19 我要在曠野種上香柏樹、 皂莢樹、番石榴樹,和野橄欖樹。 我在沙漠要把松樹、杉樹, 並黃楊樹一同栽植;
θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην
20 好叫人看見、知道、 思想、明白; 這是耶和華的手所做的, 是以色列的聖者所造的。
ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν
21 耶和華對假神說: 你們要呈上你們的案件; 雅各的君說: 你們要聲明你們確實的理由。
ἐγγίζει ἡ κρίσις ὑμῶν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν λέγει ὁ βασιλεὺς Ιακωβ
22 可以聲明,指示我們將來必遇的事, 說明先前的是甚麼事, 好叫我們思索,得知事的結局, 或者把將來的事指示我們。
ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἦν εἴπατε καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν
23 要說明後來的事, 好叫我們知道你們是神。 你們或降福,或降禍, 使我們驚奇,一同觀看。
ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὖ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα
24 看哪,你們屬乎虛無; 你們的作為也屬乎虛空。 那選擇你們的是可憎惡的。
ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς
25 我從北方興起一人; 他是求告我名的, 從日出之地而來。 他必臨到掌權的, 好像臨到灰泥, 彷彿窯匠踹泥一樣。
ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
26 誰從起初指明這事,使我們知道呢? 誰從先前說明,使我們說他不錯呢? 誰也沒有指明; 誰也沒有說明; 誰也沒有聽見你們的話。
τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους
27 我首先對錫安說: 看哪,我要將一位報好信息的賜給耶路撒冷。
ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν
28 我看的時候並沒有人; 我問的時候, 他們中間也沒有謀士可以回答一句。
ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθῶσίν μοι
29 看哪,他們和他們的工作都是虛空, 且是虛無。 他們所鑄的偶像都是風, 都是虛的。
εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς καὶ μάτην οἱ πλανῶντες ὑμᾶς