< 以賽亞書 16 >

1 你們當將羊羔奉給那地掌權的, 從西拉往曠野,送到錫安城的山。
ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων
2 摩押的居民在亞嫩渡口, 必像遊飛的鳥,如拆窩的雛。
ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων
3 求你獻謀略,行公平, 使你的影子在午間如黑夜, 隱藏被趕散的人,不可顯露逃民。
πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς
4 求你容我這被趕散的人和你同居。 至於摩押,求你作他的隱密處, 脫離滅命者的面。 勒索人的歸於無有, 毀滅的事止息了, 欺壓人的從國中除滅了,
παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς
5 必有寶座因慈愛堅立; 必有一位誠誠實實坐在其上, 在大衛帳幕中施行審判, 尋求公平,速行公義。
καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος καὶ καθίεται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην
6 我們聽說摩押人驕傲, 是極其驕傲; 聽說他狂妄、驕傲、忿怒; 他誇大的話是虛空的。
ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου
7 因此,摩押人必為摩押哀號; 人人都要哀號。 你們摩押人要為吉珥‧哈列設的葡萄餅哀歎, 極其憂傷。
οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ
8 因為希實本的田地 和西比瑪的葡萄樹都衰殘了。 列國的君主折斷其上美好的枝子; 這枝子長到雅謝延到曠野, 嫩枝向外探出,直探過鹽海。
τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον
9 因此,我要為西比瑪的葡萄樹哀哭, 與雅謝人哀哭一樣。 希實本、以利亞利啊, 我要以眼淚澆灌你; 因為有交戰吶喊的聲音 臨到你夏天的果子, 並你收割的莊稼。
διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται
10 從肥美的田中奪去了歡喜快樂; 在葡萄園裏必無歌唱,也無歡呼的聲音。 踹酒的在酒醡中不得踹出酒來; 我使他歡呼的聲音止息。
καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ
11 因此,我心腹為摩押哀鳴如琴; 我心腸為吉珥‧哈列設也是如此。
διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας
12 摩押人朝見的時候,在高處疲乏,又到他聖所祈禱,也不蒙應允。
καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν
13 這是耶和華從前論摩押的話。
τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν
14 但現在耶和華說:「三年之內,照雇工的年數,摩押的榮耀與他的群眾必被藐視,餘剩的人甚少無幾。」
καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος

< 以賽亞書 16 >