< 哈巴谷書 2 >

1 我要站在守望所, 立在望樓上觀看, 看耶和華對我說甚麼話, 我可用甚麼話向他訴冤。
ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου
2 他對我說:將這默示明明地寫在版上, 使讀的人容易讀。
καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἶπεν γράψον ὅρασιν καὶ σαφῶς ἐπὶ πυξίον ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά
3 因為這默示有一定的日期, 快要應驗,並不虛謊。 雖然遲延,還要等候; 因為必然臨到,不再遲延。
διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν ἐὰν ὑστερήσῃ ὑπόμεινον αὐτόν ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ
4 迦勒底人自高自大,心不正直; 惟義人因信得生。
ἐὰν ὑποστείληται οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται
5 迦勒底人因酒詭詐,狂傲, 不住在家中, 擴充心欲,好像陰間。 他如死不能知足, 聚集萬國,堆積萬民都歸自己。 (Sheol h7585)
ὁ δὲ κατοινωμένος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζών οὐδὲν μὴ περάνῃ ὃς ἐπλάτυνεν καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ’ αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς (Sheol h7585)
6 這些國的民豈不都要提起詩歌並俗語譏刺他說: 禍哉!迦勒底人,你增添不屬自己的財物, 多多取人的當頭,要到幾時為止呢?
οὐχὶ ταῦτα πάντα παραβολὴν κατ’ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ καὶ ἐροῦσιν οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς
7 咬傷你的豈不忽然起來, 擾害你的豈不興起, 你就作他們的擄物嗎?
ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς
8 因你搶奪許多的國,殺人流血, 向國內的城並城中一切居民施行強暴, 所以各國剩下的民都必搶奪你。
διότι σὺ ἐσκύλευσας ἔθνη πολλά σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δῑ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν
9 為本家積蓄不義之財、 在高處搭窩、指望免災的有禍了!
ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν
10 你圖謀剪除多國的民,犯了罪, 使你的家蒙羞,自害己命。
ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου συνεπέρανας λαοὺς πολλούς καὶ ἐξήμαρτεν ἡ ψυχή σου
11 牆裏的石頭必呼叫; 房內的棟樑必應聲。
διότι λίθος ἐκ τοίχου βοήσεται καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά
12 以人血建城、 以罪孽立邑的有禍了!
οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις
13 眾民所勞碌得來的被火焚燒, 列國由勞乏而得的歸於虛空, 不都是出於萬軍之耶和華嗎?
οὐ ταῦτά ἐστιν παρὰ κυρίου παντοκράτορος καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν
14 認識耶和華榮耀的知識要充滿遍地, 好像水充滿洋海一般。
ὅτι πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν κυρίου ὡς ὕδωρ κατακαλύψει αὐτούς
15 給人酒喝、又加上毒物、 使他喝醉、好看見他下體的有禍了!
ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ καὶ μεθύσκων ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν
16 你滿受羞辱,不得榮耀; 你也喝吧,顯出是未受割禮的! 耶和華右手的杯必傳到你那裏; 你的榮耀就變為大大地羞辱。
πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύθητι καὶ σείσθητι ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου
17 你向黎巴嫩行強暴與殘害 驚嚇野獸的事必遮蓋你; 因你殺人流血, 向國內的城並城中一切居民施行強暴。
διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν
18 雕刻的偶像,人將它刻出來, 有甚麼益處呢? 鑄造的偶像就是虛謊的師傅。 製造者倚靠這啞巴偶像有甚麼益處呢?
τί ὠφελεῖ γλυπτόν ὅτι ἔγλυψαν αὐτό ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά
19 對木偶說:醒起! 對啞巴石像說:起來!那人有禍了! 這個還能教訓人嗎? 看哪,是包裹金銀的,其中毫無氣息。
οὐαὶ ὁ λέγων τῷ ξύλῳ ἔκνηψον ἐξεγέρθητι καὶ τῷ λίθῳ ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ
20 惟耶和華在他的聖殿中; 全地的人都當在他面前肅敬靜默。
ὁ δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ

< 哈巴谷書 2 >