< 以弗所書 1 >
1 奉上帝旨意,作基督耶穌使徒的保羅,寫信給在以弗所的聖徒,就是在基督耶穌裏有忠心的人。
Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ:
2 願恩惠、平安從上帝我們的父和主耶穌基督歸與你們!
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
3 願頌讚歸與我們主耶穌基督的父上帝!他在基督裏曾賜給我們天上各樣屬靈的福氣:
Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν ˚Χριστῷ,
4 就如上帝從創立世界以前,在基督裏揀選了我們,使我們在他面前成為聖潔,無有瑕疵;
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
5 又因愛我們,就按着自己的意旨所喜悅的,預定我們藉着耶穌基督得兒子的名分,
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ ˚Ἰησοῦ ˚Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
6 使他榮耀的恩典得着稱讚;這恩典是他在愛子裏所賜給我們的。
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
7 我們藉這愛子的血得蒙救贖,過犯得以赦免,乃是照他豐富的恩典。
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ,
8 這恩典是上帝用諸般智慧聰明,充充足足賞給我們的;
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
9 都是照他自己所預定的美意,叫我們知道他旨意的奧祕,
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ,
10 要照所安排的,在日期滿足的時候,使天上、地上、一切所有的都在基督裏面同歸於一。
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ ˚Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
11 我們也在他裏面得了基業;這原是那位隨己意行、做萬事的,照着他旨意所預定的,
ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,
12 叫他的榮耀從我們這首先在基督裏有盼望的人可以得着稱讚。
εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ ˚Χριστῷ·
13 你們既聽見真理的道,就是那叫你們得救的福音,也信了基督,既然信他,就受了所應許的聖靈為印記。
ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ ˚Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ,
14 這聖靈是我們得基業的憑據,直等到上帝之民被贖,使他的榮耀得着稱讚。
ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
Διὰ τοῦτο, κἀγώ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ ˚Κυρίῳ ˚Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους,
16 就為你們不住地感謝上帝。禱告的時候,常提到你們,
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
17 求我們主耶穌基督的上帝,榮耀的父,將那賜人智慧和啟示的靈賞給你們,使你們真知道他,
ἵνα ὁ ˚Θεὸς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ,
18 並且照明你們心中的眼睛,使你們知道他的恩召有何等指望,他在聖徒中得的基業有何等豐盛的榮耀;
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ, ἐν τοῖς ἁγίοις,
19 並知道他向我們這信的人所顯的能力是何等浩大,
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
20 就是照他在基督身上所運行的大能大力,使他從死裏復活,叫他在天上坐在自己的右邊,
ἣν ἐνήργηκεν ἐν τῷ ˚Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις,
21 遠超過一切執政的、掌權的、有能的、主治的,和一切有名的;不但是今世的,連來世的也都超過了。 (aiōn )
ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· (aiōn )
22 又將萬有服在他的腳下,使他為教會作萬有之首。
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.