< 申命記 27 >
1 摩西和以色列的眾長老吩咐百姓說:「你們要遵守我今日所吩咐的一切誡命。
καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
2 你們過約旦河,到了耶和華-你上帝所賜給你的地,當天要立起幾塊大石頭,墁上石灰,
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
3 把這律法的一切話寫在石頭上。你過了河,可以進入耶和華-你上帝所賜你流奶與蜜之地,正如耶和華-你列祖之上帝所應許你的。
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι
4 你們過了約旦河,就要在以巴路山上照我今日所吩咐的,將這些石頭立起來,墁上石灰。
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ
5 在那裏要為耶和華-你的上帝築一座石壇;在石頭上不可動鐵器。
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον
6 要用沒有鑿過的石頭築耶和華-你上帝的壇,在壇上要將燔祭獻給耶和華-你的上帝。
λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου
7 又要獻平安祭,且在那裏吃,在耶和華-你的上帝面前歡樂。
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα
9 摩西和祭司利未人曉諭以色列眾人說:「以色列啊,要默默靜聽。你今日成為耶和華-你上帝的百姓了。
καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου
10 所以要聽從耶和華-你上帝的話,遵行他的誡命律例,就是我今日所吩咐你的。」
καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
12 「你們過了約旦河,西緬、利未、猶大、以薩迦、約瑟、便雅憫六個支派的人都要站在基利心山上為百姓祝福。
οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
13 呂便、迦得、亞設、西布倫、但、拿弗他利六個支派的人都要站在以巴路山上宣布咒詛。
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι
καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ
15 「『有人製造耶和華所憎惡的偶像,或雕刻,或鑄造,就是工匠手所做的,在暗中設立,那人必受咒詛!』百姓都要答應說:『阿們!』
ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο
16 「『輕慢父母的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
17 「『挪移鄰舍地界的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
18 「『使瞎子走差路的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
19 「『向寄居的和孤兒寡婦屈枉正直的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
20 「『與繼母行淫的,必受咒詛!因為掀開他父親的衣襟。』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
21 「『與獸淫合的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
22 「『與異母同父,或異父同母的姊妹行淫的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
23 「『與岳母行淫的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
24 「『暗中殺人的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
25 「『受賄賂害死無辜之人的,必受咒詛!』百姓都要說:『阿們!』
ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
26 「『不堅守遵行這律法言語的,必受咒詛!』百姓都要說:『阿們!』」
ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο