< 使徒行傳 23 >
1 保羅定睛看着公會的人,說:「弟兄們,我在上帝面前行事為人都是憑着良心,直到今日。」
Ἀτενίσας δὲ τῷ Συνεδρίῳ ὁ Παῦλος εἶπεν, “Ἄνδρες, ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ ˚Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.”
Ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ, τύπτειν αὐτοῦ τὸ στόμα.
3 保羅對他說:「你這粉飾的牆,上帝要打你!你坐堂為的是按律法審問我,你竟違背律法,吩咐人打我嗎?」
Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, “Τύπτειν σε μέλλει ὁ ˚Θεός, τοῖχε κεκονιαμένε! Καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;”
Οἱ δὲ παρεστῶτες εἶπαν, “Τὸν ἀρχιερέα τοῦ ˚Θεοῦ λοιδορεῖς;”
5 保羅說:「弟兄們,我不曉得他是大祭司;經上記着說:『不可毀謗你百姓的官長。』」
Ἔφη τε ὁ Παῦλος, “Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ, ὅτι ‘Ἄρχοντα τοῦ λαοῦ σου, οὐκ ἐρεῖς κακῶς.’”
6 保羅看出大眾一半是撒都該人,一半是法利賽人,就在公會中大聲說:「弟兄們,我是法利賽人,也是法利賽人的子孫。我現在受審問,是為盼望死人復活。」
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ Συνεδρίῳ, “Ἄνδρες, ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.”
7 說了這話,法利賽人和撒都該人就爭論起來,會眾分為兩黨。
Τοῦτο δὲ αὐτοῦ λαλοῦντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 因為撒都該人說,沒有復活,也沒有天使和鬼魂;法利賽人卻說,兩樣都有。
Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9 於是大大地喧嚷起來。有幾個法利賽黨的文士站起來爭辯說:「我們看不出這人有甚麼惡處,倘若有鬼魂或是天使對他說過話,怎麼樣呢?」
Ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες, “Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἢ ἄγγελος;”
10 那時大起爭吵,千夫長恐怕保羅被他們扯碎了,就吩咐兵丁下去,把他從眾人當中搶出來,帶進營樓去。
Πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν, ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
11 當夜,主站在保羅旁邊,說:「放心吧!你怎樣在耶路撒冷為我作見證,也必怎樣在羅馬為我作見證。」
Τῇ δὲ ἐπιούσῃ νυκτὶ, ἐπιστὰς αὐτῷ, ὁ ˚Κύριος εἶπεν, “Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.”
12 到了天亮,猶太人同謀起誓,說:「若不先殺保羅就不吃不喝。」
Γενομένης δὲ ἡμέρας, ποιήσαντες συστροφὴν, οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
Ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·
14 他們來見祭司長和長老,說:「我們已經起了一個大誓,若不先殺保羅就不吃甚麼。
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, “Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 現在你們和公會要知會千夫長,叫他帶下保羅到你們這裏來,假作要詳細察考他的事;我們已經預備好了,不等他來到跟前就殺他。」
Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ Συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.”
16 保羅的外甥聽見他們設下埋伏,就來到營樓裏告訴保羅。
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου, τὴν ἐνέδραν παραγενόμενος, καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλεν τῷ Παύλῳ.
17 保羅請一個百夫長來,說:「你領這少年人去見千夫長,他有事告訴他。」
Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν, ἔφη, “Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.”
18 於是把他領去見千夫長,說:「被囚的保羅請我到他那裏,求我領這少年人來見你;他有事告訴你。」
Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγεν πρὸς τὸν χιλίαρχον, καὶ φησίν, “Ὁ δέσμιος, Παῦλος, προσκαλεσάμενός με, ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.”
19 千夫長就拉着他的手,走到一旁,私下問他說:「你有甚麼事告訴我呢?」
Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατʼ ἰδίαν, ἐπυνθάνετο, “Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;”
20 他說:「猶太人已經約定,要求你明天帶下保羅到公會裏去,假作要詳細查問他的事。
Εἶπεν δὲ, ὅτι “Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ Συνέδριον, ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21 你切不要隨從他們;因為他們有四十多人埋伏,已經起誓說,若不先殺保羅就不吃不喝。現在預備好了,只等你應允。」
Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.”
22 於是千夫長打發少年人走,囑咐他說:「不要告訴人你將這事報給我了。」
Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας, “Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.”
23 千夫長便叫了兩個百夫長來,說:「預備步兵二百,馬兵七十,長槍手二百,今夜亥初往凱撒利亞去;
Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν, εἶπεν, “Ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός.”
24 也要預備牲口叫保羅騎上,護送到巡撫腓力斯那裏去。」
Κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
γράψας ἐπιστολὴν, ἔχουσαν τὸν τύπον τοῦτον:
26 大略說:「克勞第‧呂西亞,請巡撫腓力斯大人安。
“Κλαύδιος Λυσίας, τῷ κρατίστῳ ἡγεμόνι Φήλικι, χαίρειν.
27 這人被猶太人拿住,將要殺害,我得知他是羅馬人,就帶兵丁下去救他出來。
Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι, ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.
28 因要知道他們告他的緣故,我就帶他下到他們的公會去,
Βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον εἰς τὸ Συνέδριον αὐτῶν.
29 便查知他被告是因他們律法的辯論,並沒有甚麼該死該綁的罪名。
Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
30 後來有人把要害他的計謀告訴我,我就立時解他到你那裏去,又吩咐告他的人在你面前告他。」
Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν αὑτούς ἐπὶ σοῦ.”
31 於是,兵丁照所吩咐他們的,將保羅夜裏帶到安提帕底。
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
Τῇ δὲ ἐπαύριον, ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 馬兵來到凱撒利亞,把文書呈給巡撫,便叫保羅站在他面前。
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 巡撫看了文書,問保羅是哪省的人,既曉得他是基利家人,
Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 就說:「等告你的人來到,我要細聽你的事」;便吩咐人把他看守在希律的衙門裏。
“Διακούσομαί σου”, ἔφη, “ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται”, κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου, φυλάσσεσθαι αὐτόν.