< 約翰一書 5 >

1 凡信耶穌是基督的,都是從上帝而生,凡愛生他之上帝的,也必愛從上帝生的。
Πᾶς ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ˚Χριστὸς, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
2 我們若愛上帝,又遵守他的誡命,從此就知道我們愛上帝的兒女。
Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ ˚Θεοῦ: ὅταν τὸν ˚Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
3 我們遵守上帝的誡命,這就是愛他了,並且他的誡命不是難守的。
Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ ˚Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
4 因為凡從上帝生的,就勝過世界;使我們勝了世界的,就是我們的信心。
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ ˚Θεοῦ, νικᾷ τὸν κόσμον. Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον– ἡ πίστις ἡμῶν.
5 勝過世界的是誰呢?不是那信耶穌是上帝兒子的嗎?
Τίς ἐστιν δὲ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ;
6 這藉着水和血而來的,就是耶穌基督;不是單用水,乃是用水又用血,
Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, ˚Ἰησοῦς ˚Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλʼ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Καὶ τὸ ˚Πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ ˚Πνεῦμά ἐστιν ἡ ἀλήθεια.
7 並且有聖靈作見證,因為聖靈就是真理。
Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες:
8 作見證的原來有三:就是聖靈、水,與血,這三樣也都歸於一。
τὸ ˚Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
9 我們既領受人的見證,上帝的見證更該領受了,因上帝的見證是為他兒子作的。
Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ ˚Θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ˚Θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ.
10 信上帝兒子的,就有這見證在他心裏;不信上帝的,就是將上帝當作說謊的,因不信上帝為他兒子作的見證。
Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ ˚Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ ˚Θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ ˚Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.
11 這見證就是上帝賜給我們永生;這永生也是在他兒子裏面。 (aiōnios g166)
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία: ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν. (aiōnios g166)
12 人有了上帝的兒子就有生命,沒有上帝的兒子就沒有生命。
Ὁ ἔχων τὸν Υἱὸν, ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ ˚Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει.
13 我將這些話寫給你們信奉上帝兒子之名的人,要叫你們知道自己有永生。 (aiōnios g166)
Ταῦτα ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ ˚Θεοῦ. (aiōnios g166)
14 我們若照他的旨意求甚麼,他就聽我們,這是我們向他所存坦然無懼的心。
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν: ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
15 既然知道他聽我們一切所求的,就知道我們所求於他的,無不得着。
Καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ.
16 人若看見弟兄犯了不至於死的罪,就當為他祈求,上帝必將生命賜給他;有至於死的罪,我不說當為這罪祈求。
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
17 凡不義的事都是罪,也有不至於死的罪。
Πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18 我們知道凡從上帝生的,必不犯罪,從上帝生的,必保守自己,那惡者也就無法害他。
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ ˚Θεοῦ τηρεῖ αὐτόν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
19 我們知道,我們是屬上帝的,全世界都臥在那惡者手下。
Οἴδαμεν ὅτι ἐκ τοῦ ˚Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
20 我們也知道,上帝的兒子已經來到,且將智慧賜給我們,使我們認識那位真實的,我們也在那位真實的裏面,就是在他兒子耶穌基督裏面。這是真神,也是永生。 (aiōnios g166)
Οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ ˚Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν τὸν Ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ Ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς ˚Θεὸς καὶ ζωὴ αἰώνιος. (aiōnios g166)
21 小子們哪,你們要自守,遠避偶像!
Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.

< 約翰一書 5 >