< 約翰一書 4 >

1 親愛的弟兄啊,一切的靈,你們不可都信,總要試驗那些靈是出於上帝的不是,因為世上有許多假先知已經出來了。
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
2 凡靈認耶穌基督是成了肉身來的,就是出於上帝的;從此你們可以認出上帝的靈來。
Ἐν τούτῳ γινώσκετε τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ: πᾶν πνεῦμα ὃ ὁμολογεῖ ˚Ἰησοῦν ˚Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ ˚Θεοῦ ἐστιν,
3 凡靈不認耶穌,就不是出於上帝,這是那敵基督者的靈。你們從前聽見他要來,現在已經在世上了。
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ˚Ἰησοῦν, ἐκ τοῦ ˚Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
4 小子們哪,你們是屬上帝的,並且勝了他們;因為那在你們裏面的,比那在世界上的更大。
Ὑμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ.
5 他們是屬世界的,所以論世界的事,世人也聽從他們。
Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
6 我們是屬上帝的,認識上帝的就聽從我們;不屬上帝的就不聽從我們。從此我們可以認出真理的靈和謬妄的靈來。
Ἡμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν ˚Θεὸν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
7 親愛的弟兄啊,我們應當彼此相愛,因為愛是從上帝來的。凡有愛心的,都是由上帝而生,並且認識上帝。
Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ ˚Θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν ˚Θεόν.
8 沒有愛心的,就不認識上帝,因為上帝就是愛。
Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν ˚Θεόν, ὅτι ὁ ˚Θεὸς ἀγάπη ἐστίν.
9 上帝差他獨生子到世間來,使我們藉着他得生,上帝愛我們的心在此就顯明了。
Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ, ἀπέσταλκεν ὁ ˚Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ.
10 不是我們愛上帝,乃是上帝愛我們,差他的兒子為我們的罪作了挽回祭,這就是愛了。
Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν ˚Θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
11 親愛的弟兄啊,上帝既是這樣愛我們,我們也當彼此相愛。
Ἀγαπητοί, εἰ οὕτως ὁ ˚Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
12 從來沒有人見過上帝,我們若彼此相愛,上帝就住在我們裏面,愛他的心在我們裏面得以完全了。
˚Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ ˚Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστίν.
13 上帝將他的靈賜給我們,從此就知道我們是住在他裏面,他也住在我們裏面。
Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ ˚Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
14 父差子作世人的救主;這是我們所看見且作見證的。
Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν, Σωτῆρα τοῦ κόσμου.
15 凡認耶穌為上帝兒子的,上帝就住在他裏面,他也住在上帝裏面。
Ὃς ἂν ὁμολογήσῃ ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ ˚Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ ˚Θεῷ.
16 上帝愛我們的心,我們也知道也信。 上帝就是愛;住在愛裏面的,就是住在上帝裏面,上帝也住在他裏面。
Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ ˚Θεὸς ἐν ἡμῖν. Ὁ ˚Θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ ˚Θεῷ μένει, καὶ ὁ ˚Θεὸς ἐν αὐτῷ μένει.
17 這樣,愛在我們裏面得以完全,我們就可以在審判的日子坦然無懼。因為他如何,我們在這世上也如何。
Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
18 愛裏沒有懼怕;愛既完全,就把懼怕除去。因為懼怕裏含着刑罰,懼怕的人在愛裏未得完全。
Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
19 我們愛,因為上帝先愛我們。
Ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
20 人若說「我愛上帝」,卻恨他的弟兄,就是說謊話的;不愛他所看見的弟兄,就不能愛沒有看見的上帝。
Ἐάν τις εἴπῃ, ὅτι “Ἀγαπῶ τὸν ˚Θεόν”, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, τὸν ˚Θεὸν, ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπᾶν.
21 愛上帝的,也當愛弟兄,這是我們從上帝所受的命令。
Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν ˚Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

< 約翰一書 4 >