< 诗篇 16 >
1 大卫的金诗。 神啊,求你保佑我, 因为我投靠你。
στηλογραφία τῷ Δαυιδ φύλαξόν με κύριε ὅτι ἐπὶ σοὶ ἤλπισα
2 我的心哪,你曾对耶和华说:你是我的主; 我的好处不在你以外。
εἶπα τῷ κυρίῳ κύριός μου εἶ σύ ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις
3 论到世上的圣民,他们又美又善, 是我最喜悦的。
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς
4 以别神代替耶和华的, 他们的愁苦必加增; 他们所浇奠的血我不献上; 我嘴唇也不提别神的名号。
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν μετὰ ταῦτα ἐτάχυναν οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου
5 耶和华是我的产业, 是我杯中的分; 我所得的,你为我持守。
κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί
6 用绳量给我的地界,坐落在佳美之处; 我的产业实在美好。
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν
7 我必称颂那指教我的耶和华; 我的心肠在夜间也警戒我。
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου
8 我将耶和华常摆在我面前, 因他在我右边,我便不致摇动。
προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
9 因此,我的心欢喜,我的灵快乐; 我的肉身也要安然居住。
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
10 因为你必不将我的灵魂撇在阴间, 也不叫你的圣者见朽坏。 (Sheol )
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν (Sheol )
11 你必将生命的道路指示我。 在你面前有满足的喜乐; 在你右手中有永远的福乐。
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος