< 弥迦书 5 >

1 成群的民哪,现在你要聚集成队; 因为仇敌围攻我们, 要用杖击打以色列审判者的脸。
νῦν ἐμφραχθήσεται θυγάτηρ Εφραιμ ἐν φραγμῷ συνοχὴν ἔταξεν ἐφ’ ἡμᾶς ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ισραηλ
2 伯利恒的以法他啊, 你在犹大诸城中为小, 将来必有一位从你那里出来, 在以色列中为我作掌权的; 他的根源从亘古,从太初就有。
καὶ σύ Βηθλεεμ οἶκος τοῦ Εφραθα ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος
3 耶和华必将以色列人交付敌人, 直等那生产的妇人生下子来。 那时掌权者其余的弟兄 必归到以色列人那里。
διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ
4 他必起来,倚靠耶和华的大能, 并耶和华—他 神之名的威严, 牧养他的羊群。 他们要安然居住; 因为他必日见尊大,直到地极。
καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ θεοῦ αὐτῶν ὑπάρξουσιν διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς
5 这位必作我们的平安。 当亚述人进入我们的地境, 践踏宫殿的时候, 我们就立起七个牧者, 八个首领攻击他。
καὶ ἔσται αὕτη εἰρήνη ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν καὶ ἐπεγερθήσονται ἐπ’ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων
6 他们必用刀剑毁坏亚述地 和宁录地的关口。 亚述人进入我们的地境践踏的时候, 他必拯救我们。
καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάφρῳ αὐτῆς καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν
7 雅各余剩的人必在多国的民中, 如从耶和华那里降下的露水, 又如甘霖降在草上; 不仗赖人力,也不等候世人之功。
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων
8 雅各余剩的人必在多国多民中, 如林间百兽中的狮子, 又如少壮狮子在羊群中。 他若经过就必践踏撕裂, 无人搭救。
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος
9 愿你的手举起,高过敌人! 愿你的仇敌都被剪除!
ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται
10 耶和华说:到那日, 我必从你中间剪除马匹, 毁坏车辆,
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου
11 也必从你国中除灭城邑, 拆毁一切的保障,
καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου
12 又必除掉你手中的邪术; 你那里也不再有占卜的。
καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί
13 我必从你中间除灭雕刻的偶像和柱像, 你就不再跪拜自己手所造的。
καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου
14 我必从你中间拔出木偶, 又毁灭你的城邑。
καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου
15 我也必在怒气和忿怒中向那不听从的列国施报。
καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἀνθ’ ὧν οὐκ εἰσήκουσαν

< 弥迦书 5 >