< 约翰福音 13 >

1 逾越节以前,耶稣知道自己离世归父的时候到了。他既然爱世间属自己的人,就爱他们到底。
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι (ἦλθεν *N(k)O*) αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
2 吃晚饭的时候,魔鬼已将卖耶稣的意思放在西门的儿子加略人犹大心里。
καὶ δείπνου (γινομένου, *N(k)O*) τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν (Ἰούδας *N(k)O*) Σίμωνος (Ἰσκαριώτου, *NK(o)*)
3 耶稣知道父已将万有交在他手里,且知道自己是从 神出来的,又要归到 神那里去,
εἰδὼς (ὁ *k*) (Ἰησοῦς *K*) ὅτι πάντα (ἔδωκεν *N(k)O*) αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,
4 就离席站起来,脱了衣服,拿一条手巾束腰,
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 随后把水倒在盆里,就洗门徒的脚,并用自己所束的手巾擦干。
εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 挨到西门·彼得,彼得对他说:“主啊,你洗我的脚吗?”
Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· (καὶ *k*) λέγει αὐτῷ (ἐκεῖνος· *ko*) κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7 耶稣回答说:“我所做的,你如今不知道,后来必明白。”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8 彼得说:“你永不可洗我的脚!”耶稣说:“我若不洗你,你就与我无分了。” (aiōn g165)
λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς αὐτῷ· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. (aiōn g165)
9 西门·彼得说:“主啊,不但我的脚,连手和头也要洗。”
λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10 耶稣说:“凡洗过澡的人,只要把脚一洗,全身就干净了。你们是干净的,然而不都是干净的。”
Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐκ ἔχει χρείαν (εἰ *no*) (μὴ *N(K)O*) τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες.
11 耶稣原知道要卖他的是谁,所以说:“你们不都是干净的。”
ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν (ὅτι *no*) οὐχὶ πάντες καθαροί ἐστε.
12 耶稣洗完了他们的脚,就穿上衣服,又坐下,对他们说:“我向你们所做的,你们明白吗?
Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ (ἀνέπεσεν *N(k)O*) πάλιν, εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
13 你们称呼我夫子,称呼我主,你们说的不错,我本来是。
ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
14 我是你们的主,你们的夫子,尚且洗你们的脚,你们也当彼此洗脚。
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
15 我给你们作了榜样,叫你们照着我向你们所做的去做。
ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
16 我实实在在地告诉你们,仆人不能大于主人,差人也不能大于差他的人。
ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 你们既知道这事,若是去行就有福了。
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 我这话不是指着你们众人说的,我知道我所拣选的是谁。现在要应验经上的话,说:‘同我吃饭的人用脚踢我。’
οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα (τίνας *N(k)O*) ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων (μετ᾽ *k*) (μου *N(k)O*) τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19 如今事情还没有成就,我要先告诉你们,叫你们到事情成就的时候可以信我是基督。
Ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα (πιστεύσητε *NK(o)*) ὅταν γένηται ὅτι ἐγώ εἰμι.
20 我实实在在地告诉你们,有人接待我所差遣的,就是接待我;接待我,就是接待那差遣我的。”
ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ λαμβάνων (ἄν *N(k)O*) τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
21 耶稣说了这话,心里忧愁,就明说:“我实实在在地告诉你们,你们中间有一个人要卖我了。”
Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 门徒彼此对看,猜不透所说的是谁。
ἔβλεπον (οὖν *KO*) εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
23 有一个门徒,是耶稣所爱的,侧身挨近耶稣的怀里。
Ἦν (δὲ *k*) ἀνακείμενος εἷς (ἐκ *no*) τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς·
24 西门·彼得点头对他说:“你告诉我们,主是指着谁说的。”
νεύει οὖν τούτῳ Σίμων Πέτρος (καὶ λέγει αὐτῷ *o*) (πυθέσθαι *NK(o)*) τίς ἂν (εἴη *NK(o)*) περὶ οὗ λέγει.
25 那门徒便就势靠着耶稣的胸膛,问他说:“主啊,是谁呢?”
(ἀναπεσὼν οὖν *N(k)O*) ἐκεῖνος (οὕτως *NO*) ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· κύριε, τίς ἐστιν;
26 耶稣回答说:“我蘸一点饼给谁,就是谁。”耶稣就蘸了一点饼,递给加略人西门的儿子犹大。
ἀποκρίνεται (οὖν *O*) ὁ Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ (βάψω *N(k)O*) τὸ ψωμίον (καὶ *no*) (δώσω *N(k)O*) (αὐτῷ. *no*) (καὶ *k*) (βάψας *N(k)O*) (οὖν *NO*) τὸ ψωμίον (λαμβάνει καὶ *NO*) δίδωσιν Ἰούδᾳ Σίμωνος (Ἰσκαριώτου. *N(k)O*)
27 他吃了以后,撒但就入了他的心。耶稣便对他说:“你所做的,快做吧!”
καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον.
28 同席的人没有一个知道是为什么对他说这话。
τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.
29 有人因犹大带着钱囊,以为耶稣是对他说:“你去买我们过节所应用的东西”,或是叫他拿什么周济穷人。
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν (ὁ *k*) Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
30 犹大受了那点饼,立刻就出去。那时候是夜间了。
λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
31 他既出去,耶稣就说:“如今人子得了荣耀, 神在人子身上也得了荣耀。
Ὅτε οὖν ἐξῆλθεν, λέγει (ὁ *k*) Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,
32 神要因自己荣耀人子,并且要快快地荣耀他。
εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν (αὐτῷ *N(k)O*) καὶ εὐθὺς δοξάσει αὐτόν.
33 小子们,我还有不多的时候与你们同在;后来你们要找我,但我所去的地方你们不能到。这话我曾对犹太人说过,如今也照样对你们说。
τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 我赐给你们一条新命令,乃是叫你们彼此相爱;我怎样爱你们,你们也要怎样相爱。
Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 你们若有彼此相爱的心,众人因此就认出你们是我的门徒了。”
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 西门·彼得问耶稣说:“主往哪里去?”耶稣回答说:“我所去的地方,你现在不能跟我去,后来却要跟我去。”
λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ (ὁ *k*) Ἰησοῦς· ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ἀκολουθήσεις δὲ ὕστερον (μοι. *k*)
37 彼得说:“主啊,我为什么现在不能跟你去?我愿意为你舍命!”
λέγει αὐτῷ ὁ Πέτρος· κύριε, διὰ τί οὐ δύναμαί σοι (ἀκολουθῆσαι *NK(o)*) ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 耶稣说:“你愿意为我舍命吗?我实实在在地告诉你,鸡叫以先,你要三次不认我。”
(ἀποκρίνεται *N(k)O*) (αὐτῷ ὁ *k*) Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι· οὐ μὴ ἀλέκτωρ (φωνήσῃ *N(k)O*) ἕως οὗ (ἀρνήσῃ *N(k)O*) με τρίς.

< 约翰福音 13 >