< 歌罗西书 1 >

1 奉 神旨意,作基督耶稣使徒的保罗和兄弟提摩太
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
2 写信给歌罗西的圣徒,在基督里有忠心的弟兄。愿恩惠、平安从 神我们的父归与你们!
τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν (καὶ κυρίου Ἰησοῦ Χριστοῦ. *K*)
3 我们感谢 神我们主耶稣基督的父,常常为你们祷告;
Εὐχαριστοῦμεν τῷ θεῷ (καὶ *ko*) πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε (περὶ *NK(o)*) ὑμῶν προσευχόμενοι,
4 因听见你们在基督耶稣里的信心,并向众圣徒的爱心,
ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην (ἣν *N(k)O*) (ἔχετε *no*) εἰς πάντας τοὺς ἁγίους,
5 是为那给你们存在天上的盼望;这盼望就是你们从前在福音真理的道上所听见的。
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6 这福音传到你们那里,也传到普天之下,并且结果,增长,如同在你们中间,自从你们听见福音,真知道 神恩惠的日子一样。
τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ (καὶ *k*) ἐστὶν καρποφορούμενον (καὶ αὐξανόμενον *NO*) καθὼς καὶ ἐν ὑμῖν ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ,
7 正如你们从我们所亲爱、一同作仆人的以巴弗所学的。他为我们作了基督忠心的执事,
καθὼς (καὶ *k*) ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ (ὑμῶν *NK(O)*) διάκονος τοῦ Χριστοῦ,
8 也把你们因圣灵所存的爱心告诉了我们。
ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
9 因此,我们自从听见的日子,也就为你们不住地祷告祈求,愿你们在一切属灵的智慧悟性上,满心知道 神的旨意;
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ
10 好叫你们行事为人对得起主,凡事蒙他喜悦,在一切善事上结果子,渐渐地多知道 神;
περιπατῆσαι (ὑμᾶς *k*) ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι (εἰς *k*) (τῇ ἐπιγνώσει *N(k)O*) τοῦ θεοῦ,
11 照他荣耀的权能,得以在各样的力上加力,好叫你们凡事欢欢喜喜地忍耐宽容;
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.
12 又感谢父,叫我们能与众圣徒在光明中同得基业。
εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι (ὑμᾶς *N(K)O*) εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
13 他救了我们脱离黑暗的权势,把我们迁到他爱子的国里;
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
14 我们在爱子里得蒙救赎,罪过得以赦免。
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν (διὰ τοῦ αἵματος αὐτοῦ, *K*) τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
15 爱子是那不能看见之 神的像,是首生的,在一切被造的以先。
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως·
16 因为万有都是靠他造的,无论是天上的,地上的;能看见的,不能看见的;或是有位的,主治的,执政的,掌权的;一概都是借着他造的,又是为他造的。
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα (τὰ *k*) ἐν τοῖς οὐρανοῖς καὶ (τὰ *ko*) ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται,
17 他在万有之先;万有也靠他而立。
καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
18 他也是教会全体之首。他是元始,是从死里首先复生的,使他可以在凡事上居首位。
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν (ἡ *o*) ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων·
19 因为父喜欢叫一切的丰盛在他里面居住。
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
20 既然借着他在十字架上所流的血成就了和平,便借着他叫万有—无论是地上的、天上的—都与自己和好了。
καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾽ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ (ἐν *NK(o)*) τοῖς οὐρανοῖς·
21 你们从前与 神隔绝,因着恶行,心里与他为敌。
καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ (ἀποκατήλλαξεν *NK(O)*)
22 但如今他借着基督的肉身受死,叫你们与自己和好,都成了圣洁,没有瑕疵,无可责备,把你们引到自己面前。
ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.
23 只要你们在所信的道上恒心,根基稳固,坚定不移,不至被引动失去福音的盼望。这福音就是你们所听过的,也是传与普天下万人听的,我—保罗也作了这福音的执事。
Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ (τῇ *k*) κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
24 现在我为你们受苦,倒觉欢乐;并且为基督的身体,就是为教会,要在我肉身上补满基督患难的缺欠。
Νῦν χαίρω ἐν τοῖς παθήμασιν (μου *k*) ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία·
25 我照 神为你们所赐我的职分作了教会的执事,要把 神的道理传得全备,
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
26 这道理就是历世历代所隐藏的奥秘;但如今向他的圣徒显明了。 (aiōn g165)
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, (νῦν *N(k)O*) δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· (aiōn g165)
27 神愿意叫他们知道,这奥秘在外邦人中有何等丰盛的荣耀,就是基督在你们心里成了有荣耀的盼望。
οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, (τί τὸ *N(k)O*) πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, (ὅ *N(k)O*) ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
28 我们传扬他,是用诸般的智慧,劝戒各人,教导各人,要把各人在基督里完完全全地引到 神面前。
ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ (Ἰησοῦ, *K*)
29 我也为此劳苦,照着他在我里面运用的大能尽心竭力。
εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

< 歌罗西书 1 >