< 羅馬書 16 >
1 把我們的姊妹福依貝托給你們,她是耕格勒教會的女執事,
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν (καὶ *no*) διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
2 你們要在主內以相宜於聖者的態度,接待她,如果她在什麼事上需要你們的幫助,你們就幫助她,因為她幫助了許多人,也幫助過我。
ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
3 請問候普黎斯加和阿桂拉,他們是我在耶穌基督內的助手;
Ἀσπάσασθε (Πρίσκαν *N(k)O*) καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
4 他們為救我,置自己的頸項於度外;不但我應感謝他們,而且連外邦人的眾教會也應感謝他們。
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
5 還請問候在他們家中的教會。請問候我可愛的厄派乃托,他是亞細亞歸依基督的初果。
καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς (Ἀσίας *N(K)O*) εἰς Χριστόν.
ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς (ὑμᾶς. *N(K)O*)
7 請問候我的同族和我的同囚者安得洛尼科和猶尼雅,他們在使徒中是有聲望的人,並且在我以先歸依了基督。
ἀσπάσασθε Ἀνδρόνικον καὶ (Ἰουνίαν *NK(o)*) τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9 請問候我們在基督內的助手吳爾巴諾,和我可愛的斯塔輝。
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
11 請問候阿黎斯托步羅家中的人。請問候我的同族人黑落狄雍;請問候納爾基索家中歸依主的人。
ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆν μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
12 請問候在主內勞苦的特黎費納和特黎佛撒。請問候可愛的培爾息,她在主內受了許多勞苦。
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
13 請問候蒙主揀選的魯富和他的母親,她也是我的母親。
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14 請問候阿松黎托、弗納貢、赫爾默斯、帕特洛巴、赫爾瑪,和與他們在一起的弟兄們。
ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15 請問候非羅羅哥與猶里雅,乃勒烏和他的姊妹,還有敖林帕和與他們在一起的眾聖徒。
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16 你們要以聖吻彼此請安。基督的眾教會都問候你們。
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι (πᾶσαι *NO*) τοῦ Χριστοῦ.
17 弟兄們,我請你們提防那些反對你們所學習的教理,而製造紛爭和絆腳石的人,你們要遠離他們,
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ (ἐκκλίνετε *N(k)(o)*) ἀπ᾽ αὐτῶν.
18 因為這些人不是服事我們的主基督,而是服事自己的肚腹,他們以甜言蜜語,迷惑那些誠實人的心靈。
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν (Ἰησοῦ *K*) Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
19 你們的服從已傳到各處,所以我為你們十分慶幸;但我切願你們對善事要明智,對於惡事要純潔無瑕。
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· (τὸ *k*) ἐφ᾽ ὑμῖν οὖν χαίρω. θέλω δὲ ὑμᾶς σοφοὺς (μὲν *ko*) εἶναι εἰς τὸ ἀγαθὸν ἀκεραίους δὲ εἰς τὸ κακόν.
20 賜平安的天主就要迅速地,把撒殫踏碎在你們的腳下。我們主耶穌基督的恩寵與你們同在!
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ *KO*) μεθ᾽ ὑμῶν.
21 我的助手弟茂德和我的同族路基約,雅松與索息帕特問候你們。
(Ἀσπάζεται *N(k)O*) ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
23 我的東主,也是全教會的東主加約,也問候你們;本城的司庫厄辣斯托和夸爾托兄弟也問候你們。
Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
24 [但我們的主耶穌基督的恩寵常與你們同在! 阿們! ]
(Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν. *KO*)
25 願光榮歸於天主,祂有能力堅固你們,使你們合乎我所傳佈的福音,和所宣講的耶穌基督,並合乎所啟示的奧祕──這奧祕從永遠以來,就是祕而不宣的, (aiōnios )
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, (aiōnios )
26 現今卻彰顯了,且照永恒天主的命令,藉著先知的經書,曉諭萬民,使他們服從信德。 (aiōnios )
φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, (aiōnios )
27 願光榮賴耶穌基督歸於唯一全智的天主,至於無窮之世。阿們。 (aiōn )
μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν (πρός Ῥωμαίους ἐγράφη ἀπό Κορίνθου διὰ φοίβης τῆς διακόνου τῆς ἕν Κεγχρεαῖς ἐκκλησίας. *K*) (aiōn )