< 啟示錄 11 >
1 後給了我一根長蘆葦,當作測量杖說:「你起來, 去測量天主的聖殿和祭壇, 計算在殿內朝拜的人!
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ λέγων, “Ἔγειρε, καὶ μέτρησον τὸν ναὸν τοῦ ˚Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2 聖殿外面的庭院要除外,不要測量,因為已交給了異民;他們必要踐踏聖城,共四十二個月。
Καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ, ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα δύο.
3 可是,我要打發我的兩位見證人,穿著苦衣, 做先知勸人,共一千二百六十天。」
Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.”
4 這兩位就是立在大地的主宰前的那兩棵橄欖樹,和那兩座燈台。
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι, αἱ ἐνώπιον τοῦ ˚Κυρίου τῆς γῆς ἑστῶτες.
5 假使有人想謀害他們,必有火從他們的口中射出,吞滅他們的仇人;所以誰若想謀害他們,必定這樣被殺。
Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. Καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 他們具有關閉上天的權柄,以致在他們盡先知任務的時日內,不叫雨下降;對水也有權柄,能使水變血; 幾時他們願意,就能以各種災禍打擊大地。
Οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν.
7 當他們一完成了自己作見證的職分,那從深淵中上來的巨獸,要同他們作戰,且戰勝他們,殺死他們。 (Abyssos )
Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς Ἀβύσσου ποιήσει μετʼ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτούς. (Abyssos )
8 他們的屍體要被拋棄在大城的街市上--這城的寓意名字叫作索多瑪和埃及,他們的主子也曾在此地被釘在十字架上--
Καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς, Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ ˚Κύριος αὐτῶν ἐσταυρώθη.
9 由各民族、各支派、各異語、各邦國來的人,要觀看他們的屍體三天半之久,且不許把他們安葬在墳墓裏。
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν, καὶ φυλῶν, καὶ γλωσσῶν, καὶ ἐθνῶν, τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
10 地上的居民必要因他們的死而高興歡樂,彼此送禮,因為那兩位先知實在磨難了地上的居民。
Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς, καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 過了三天半,由天主來的生氣進入了他們身內,他們就立足站了起來,凡看見的人,都起了大恐怖。
Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ ˚Θεοῦ εἰσῆλθεν εἰς αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 以後,他們二人聽見從天上來的大聲音向他們說:「上這裏來罷!」他們遂乘著雲彩升了天,他們的仇人也看見了。
Καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ, λέγουσαν αὐτοῖς, “Ἀνάβατε ὧδε”. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 正在那個時辰,發生了大地震,那城倒塌了十分之一,因地震而死的人就有七千名;其餘的人都害怕起來,就歸光榮於天上的天主。
Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ, ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ ˚Θεῷ τοῦ οὐρανοῦ.
Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ, ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
15 第七位天使一吹號角,天上就發出大聲音說:「世上的王權已歸屬我們的上主, 和他的基督,他要為王,至於無窮之世!」 (aiōn )
Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι, “Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ ˚Κυρίου ἡμῶν καὶ τοῦ ˚Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.” (aiōn )
16 那在天主前坐在自己寶座上的二十四位長老, 遂俯伏在地, 朝拜天主,
Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ ˚Θεοῦ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ ˚Θεῷ
17 說:「上主,全能的天主!今在,昔在者!我們稱謝你,因為你取得了你的大權,登上的王位。
λέγοντες, “Εὐχαριστοῦμέν σοι, ˚Κύριε, ὁ ˚Θεός ὁ Παντοκράτωρ, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας.
18 異民發了怒,可是你的震怒也到了,就是審判死者,賞報你的眾僕先知、聖徒,以及敬畏你名字的大者小者的時候到了,並且也到了消滅那毀壞大地之人的時候。 」
Καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου, καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι, καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου, τοῖς προφήταις, καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.”
19 那時,天主在天上的聖殿敞開了,天主的約櫃也在他的聖殿中顯出來了;緊接著便有閃電、響聲、雷霆、地震和大冰雹。
Καὶ ἠνοίγη ὁ ναὸς τοῦ ˚Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταὶ, καὶ σεισμὸς, καὶ χάλαζα μεγάλη.