< 啟示錄 10 >
1 以後,我看見了另一位強有力的天使,由天上降下,身披雲彩,頭上有虹,容貌像太陽,兩腿像火柱,
Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν, καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3 他大聲呼喊,有如獅子怒吼。正當他呼喊時,就有七個雷霆發出說話的聲音。
καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 那七個雷霆說話以後,我正要寫出來,就聽見有聲音從天上說:「你應把七個雷霆所說的話,密封起來,不要寫出來。」
Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν, καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.”
5 我看見的那位踏著海和踏著地的天使,向天舉起了右手,
Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
6 指著那創造天及天上的一切,地及地上的一切,海及海中的一切的萬世萬代的永生者起誓說:「時候不再延長了! (aiōn )
καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, “ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ”, ὅτι χρόνος οὐκέτι ἔσται! (aiōn )
7 但當第七位天使將要吹號角發聲的日期,天主的奧秘必定完成,正如天主向自己的眾僕先知所宣告的。」
Ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ ˚Θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους, τοὺς προφήτας.
8 我聽見那從天上來的聲音,又對我說道:「你去,從那踏著海和踏著地的天使手中,取過那卷展開的小書來!」
Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ, καὶ λέγουσαν, “Ὕπαγε, λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου, τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.”
9 我便往那位天使跟前去,請他給我那卷小書。他就對我說:「你拿去吞下它罷!它必使你肚子發苦,但在你的嘴裏卻甘甜如蜜。」
Καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. Καὶ λέγει μοι, “Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου, ἔσται γλυκὺ ὡς μέλι.”
10 我就從天使手中接過那卷小書來,吞下它,果然它在我嘴裏甘甜如蜜;但我一吃下去,我的肚子就苦起來了。
Καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 隨後有聲音對我說:「關於諸民族、諸邦國、諸異語人民和諸君王,你應再講預言。」
Καὶ λέγουσίν μοι, “Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἔθνεσιν, καὶ γλώσσαις, καὶ βασιλεῦσιν πολλοῖς.”