< 馬可福音 2 >

1 過了一些日子,耶穌又進了葛法翁,人聽說他在家裏,
Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾽ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστὶν·
2 就聚來了許多人,以致連門前也不能再容納,他就對他們講道。
καὶ [εὐθέως] συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 那時,有人帶著一個癱子到他這裏來,由四個人抬著;
καὶ ἔρχονται πρὸς αὐτὸν φέροντες παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
4 但因為人眾多,不能送到面前,就在耶穌所在之處,拆開了房頂;拆穿之後,把床縋下去,癱子在上面躺著。
καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράβαττον, ὅπου ὁ παραλυτικὸς κατέκειτο.
5 耶穌一見他們的信心,就對癱子說:「孩子! 你的罪赦了。」
ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
6 那時,有幾個經師坐在那裏,心裏忖度說:「
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7 怎麼這人這樣說話呢﹖他說了褻瀆的話;除了天主一個外,誰能赦罪呢﹖」
Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ θεός;
8 耶穌憑自己的神力,即刻認透了他們私自這樣忖度,遂向他們說:「你們心中為什麼這樣忖度呢﹖
καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 什麼比較容易呢﹖是對癱子說:你們的罪赦了;還是說:起來,拿你的床走﹖
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἐγείρου, [καὶ] ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει;
10 但為叫你們知道:人子在地上有權柄赦罪──遂對癱子說:
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ,
11 我給你說:起來,拿你的床,回家去罷!」
Σοὶ λέγω, ἔγειρε, ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 那人遂起來,立刻拿起床,當著眾人的面走出去了,以致眾人大為驚愕,遂光榮天主說:「我們從未見過這樣的事!」
καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδαμεν.
13 耶穌又出去,到了海邊,群眾都到他跟,前他便教訓他們。
Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 當他前行時,看見阿耳斐的兒子肋未坐在稅關上,便向他說:「你跟隨我罷!」肋未就起來跟隨了耶穌。
καὶ παράγων εἶδεν Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 當耶穌在肋未家中坐席的時候,有許多稅吏和罪人,也與耶穌和他的門徒一起坐席,因為己有許多人跟隨了他。
Καὶ γίνεται [ἐν τῷ] κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθουν αὐτῷ
16 法利賽黨的經師看見耶穌與罪人和稅吏一起吃飯,就對他的門徒說:「怎麼,他與罪人和稅吏一起吃喝﹖」
καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων· καὶ ἰδόντες ὅτι ἤσθιεν μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Ὅτι μετὰ τῶν ἁμαρτωλῶν καὶ τῶν τελωνῶν ἐσθίει καὶ πίνει;
17 耶穌聽了,就對他們說:「不是健康的人需要醫生,而是有病的人;我不是來召義人,而是召罪人。」
καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.
18 當時,若翰的門徒和法利賽人正在禁食。有人來向耶耶穌說:「為什麼若翰的門徒和法利賽人的門徒禁食,而你的門徒卻不禁食呢﹖」
Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαίοι νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
19 耶穌對他們說:「伴郎豈能在新郎還與他們在一起的時候禁食﹖他們與新郎在一起的時候,決不能禁食。
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν, οὐ δύνανται νηστεύειν·
20 但日子將要來到:當新郎從他們中被劫去時,在那一天,他們就要禁食了。
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἡμέρᾳ.
21 沒有人將未漂過的布補在舊衣服上的;不然,補上的那一塊新布要扯裂了舊的,破, 綻就更加壞了。
οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [αὐτοῦ] τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 也沒有人把酒裝在舊皮囊裏的;不然酒漲破了皮囊,酒和皮囊都喪失了;而是新酒應裝在新皮囊裏。」
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί· [ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.]
23 有一次,正當安息日,耶穌從麥田裏路過,他的門徒在行路時掐食起麥罄來。
Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν διαπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 法利賽人向耶穌說:「你看! 他們為什麼做安息日做的事﹖」
καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
25 耶穌對他們說:「你們從未讀過:達味在急迫中和同他一起的人,在饑餓時所作的事嗎﹖
καὶ λέγει αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυείδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26 當厄貝雅塔爾作大司祭時,達味怎樣進了天主的殿,吃了除祭司外,誰也不許吃的供餅,並且還給了同他一起的人﹖」
[πῶς] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
27 耶穌又對他們說:「安息日是為了人立的,並不是人為了安息日;
καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.
28 所以,人子也是安息日的主。」
ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

< 馬可福音 2 >