< 路加福音 10 >

1 此後,主另外選定了七十二人,派遺他們兩個兩個地在祂在前面,到祂自己將要去的各城地去。
Μετὰ δὲ ταῦτα, ἀνέδειξεν ὁ ˚Κύριος ἑτέρους ἑβδομήκοντα δύο, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ, εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2 祂對他們說:「莊稼多而工人少,所以你們應當求莊稼的主人,派遺工人來,收割祂的莊稼。
Ἔλεγεν δὲ πρὸς αὐτούς, “Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ ˚Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3 你們去吧! 看,我你們猶如羔羊往狼群中。
Ὑπάγετε ἰδοὺ, ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4 你們不要帶錢囊,不要帶口袋,也不要帶鞋;路上也不要向人請安。
Μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5 不論進了那一家,先說:「願這一家平安! 」
Εἰς ἣν δʼ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, ‘Εἰρήνη τῷ οἴκῳ τούτῳ.’
6 那裡如有和和平之子,你們的平安就要停留在他身上;否則仍歸於你們。
Καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε ἐφʼ ὑμᾶς ἀνακάμψει.
7 你們要住在那一家,吃喝他們所供給的,因為工人自當有他的工資;你們不可從這一家挪到那一家。
Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8 不論進了那座城,人若接納你們,給你們擺上什麼,你們就吃什麼。
Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν.
9 要醫治城中的病人,並給他們說:天主國已經臨近你們了。
Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, ‘Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ Βασιλεία τοῦ ˚Θεοῦ.’
10 不論進了那座城,人如不接納你們,你們就出來,到街市上說:
Εἰς ἣν δʼ ἂν πόλιν εἰσέλθητε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
11 連你們城中粘在我們腳上的塵土,我們也要給你們拂下來;但是你們當知道:天主的國已經臨近了。
‘Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.’
12 我告訴你們:在那一日,索多瑪所受的懲罰,要比這座城容易忍受。」
Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
13 苛辣匝因啊,你是禍的了! 貝特賽達啊,你是禍的了! 因為在你們那裡所行的異能,如果行在提洛和漆冬,她們早已披上苦衣,坐在灰塵中,而改過自新了。
Οὐαί σοι, Χοραζίν! Οὐαί σοι, Βηθσαϊδά! Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
14 但是在審判時,提洛和漆冬所受的懲罰,要比你們容易忍受。
Πλὴν Τύρῳ καὶ Σιδῶνι, ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
15 還有你葛法翁啊! 莫非你要被高舉到天上嗎﹖將來你必被推下陰府。 (Hadēs g86)
Καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; Ἕως ἍΙδου καταβήσῃ. (Hadēs g86)
16 聽你們的,就是聽我;拒絕你們的,就是拒絕我;拒絕我的,就是拒絕那派遺我的。」
Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.”
17 那七十二人歡喜地歸來,說:「主,因著你的名號,連惡魔都屈服於我們。」
Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες, “˚Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.”
18 耶穌向他們說:「我看見撒旦如同閃電一般自天跌下。
Εἶπεν δὲ αὐτοῖς, “Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
19 看我已經授於你們權柄,使你們踐踏在蛇蠍上,並能制伏仇敵的一切勢力,沒有什麼能傷害你們。
Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
20 但是,你們不要因為魔鬼屈服於你們的這件事而喜歡,你們應當喜歡的,乃是因為你們的名字,已經登記在天上了。
Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.”
21 就在那時刻,耶穌因聖神而歡欣說:「父啊! 天地的主宰,我稱謝你,因為你將這些事瞞往了智慧和明達的人,而啟示了給小孩子。是的,父啊! 你原來喜歡這樣做。
Ἐν αὐτῇ τῇ ὥρᾳ, ἠγαλλιάσατο τῷ ˚Πνεύματι τῷ Ἁγίῳ καὶ εἶπεν, “Ἐξομολογοῦμαί σοι, Πάτερ, ˚Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ Πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
22 我父將一都交給我,除了父,沒有一個認識子是誰,除了子及子所願啟示的人外,也沒有一個認識父是誰的。
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.”
23 耶穌轉過身來私下對們徒說:「見你們所見的眼睛是有福的。
Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν, εἶπεν, “Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε!
24 我告訴你們:曾經有許多先知及君王希望看你們所見的,而沒有看見;聽你們所聽的,而沒有聽到。
Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.”
25 有一個法學士起來,試探耶穌說:「師傅,我應當做什麼,才能獲得永生﹖」 (aiōnios g166)
Καὶ ἰδοὺ, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν λέγων, “Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω;” (aiōnios g166)
26 耶穌對他說:「法律上記載了什麼﹖你是怎樣讀的﹖」
Ὁ δὲ εἶπεν πρὸς αὐτόν, “Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;”
27 他答說:「你應當全心,全靈,全力,全意愛上上,你的天主;並愛近人如你自己。」
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “‘Ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου, ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου’, καὶ, ‘Τὸν πλησίον σου ὡς σεαυτόν.’”
28 耶穌向他說:「你答應的對,你這樣做,必得生活。」
Εἶπεν δὲ αὐτῷ, “Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ.”
29 但是,他願意顯示自己理直,又對耶穌說:「畢竟誰是我的近人﹖」
Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν πρὸς τὸν ˚Ἰησοῦν, “Καὶ τίς ἐστίν μου πλησίον;”
30 耶穌答說:「有一個人從耶路撒冷下來,到了耶利哥,遭遇了強盜;他們剝去他的衣服,並加以擊傷,將他半死半活地丟下走了。
Ὑπολαβὼν ὁ ˚Ἰησοῦς εἶπεν, “Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον ἀφέντες ἡμιθανῆ.
31 正巧有一個司祭那條上下來,看了看他,便從旁邊走過去。
Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
32 又有一個肋未人,也是一樣;他到了那裡,看了看他,也從旁邊走過去。
Ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
33 但有一個撒馬利亞人,路過他那裏,一看見就動了憐憫的心,
Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη
34 遂上前,在他的傷處注上油與酒,包紮好了,又扶他騎上自己的牲口,把他帶客店裏,小心照料他。
καὶ προσελθὼν, κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
35 第二天,取出兩個銀錢交給店主說:請你小心看護他! 不論餘外花費多少,等我回來時,必要補還你。
Καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν, ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ, καὶ εἶπεν, ‘Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.’
36 你以為這三個人中,誰是那遭遇那強盜的近人呢﹖
Τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι, τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;”
37 那人答說:「是憐憫他的那人。」耶穌遂給他說:「你去也照樣做吧! 」
Ὁ δὲ εἶπεν, “Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ.” Εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς, “Πορεύου καὶ σὺ ποίει ὁμοίως.”
38 他們走路的時候,耶穌進了一個村莊。一個名叫瑪爾大的女人,把耶穌接到家中。
Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς, αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν,
39 她有一個妹妹,名叫瑪利亞,坐在主的腳前聽祂講話。
καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, ἣ καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ ˚Ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ.
40 瑪爾大為伺候耶穌,忙碌不已,便上前來說:「主! 我妹妹丟下我一個人伺候,你不介意嗎﹖請叫她來幫助我吧! 」
Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, “˚Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται!”
41 主回答她說:「瑪爾大,瑪爾大! 妳為了許多事操心忙碌,
Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ˚Κύριος, “Μάρθα, Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 其實需要的惟有一件。瑪利亞揀選了更好的份,一是不能從她奪去的。」
ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς.”

< 路加福音 10 >