< 利未記 8 >
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 你領亞郎和他的兒子一同前來,帶著祭衣、聖油、作贖罪祭的公牛贖,兩隻公綿羊和一筐無酵餅;
λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων
καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
4 梅瑟便依照上主所吩附的做了。當會眾集合在會幕門口後,
καὶ ἐποίησεν Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
καὶ εἶπεν Μωυσῆς τῇ συναγωγῇ τοῦτό ἐστιν τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος ποιῆσαι
καὶ προσήνεγκεν Μωυσῆς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι
7 然後給亞郎穿上長衣,束上帶子,穿上無袖長袍,套上「厄佛得」,束上「厄佛得」帶子,將「厄佛得」繫緊。
καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ’ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ
8 再給他安上胸牌,在胸牌內放上「烏陵」和「突明」。
καὶ ἐπέθηκεν ἐπ’ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
9 以後將禮冠戴在他頭上,在禮冠前面安上金牌,即聖牌。全照上主所吩附的。
καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
10 以後梅瑟拿了聖油,傅了會幕和其中所有的一切,祝聖了這一切;
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως
11 又將一些油七次灑在祭壇上,又傅了祭壇和祭壇的一切用具,盆和盆座,祝聖了這一切;
καὶ ἔρρανεν ἀπ’ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν
καὶ ἐπέχεεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν
13 此後梅瑟叫亞郎的兒子前來,給他們穿上長衣,束上帶子,給他們纏上頭巾:全照上主對梅瑟所吩附。
καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ
14 隨後梅瑟把作贖罪祭的公牛贖牽來,亞郎和他的兒子按手在贖罪祭公牛贖頭上,
καὶ προσήγαγεν Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας
15 把牛宰了,梅瑟取了血,用手指抹在祭壇四週的角上,潔淨了祭壇;將剩下的血倒在祭壇腳旁:賬這樣就祝聖了祭壇,為祭壇行了潔淨禮。
καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ
16 此後梅瑟將貼在內臟上所有的脂肪、肝葉、兩腎和兩腎上的脂肪,放在祭壇上焚燒;
καὶ ἔλαβεν Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ ἀνήνεγκεν Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον
17 牛贖的皮、肉和糞,都在營外用火燒了:全照上主對梅瑟所吩附的。
καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
18 後,梅瑟把作全燔祭的公綿羊牽來,亞郎和他的兒子按手在羊頭上,
καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
καὶ ἔσφαξεν Μωυσῆς τὸν κριόν καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
20 然後把羊切成碎塊,將頭和碎塊以及板油全焚燒,
καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ
21 內臟和腿,用水洗淨;梅瑟將整個公綿羊放在祭壇上焚燒:這是全燔祭,是中悅上主的馨香火祭,全照上主對梅瑟所吩附的。
καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ
22 此後,梅瑟將第二隻公綿羊,即作祝聖祭的公綿羊牽來,亞郎和他的兒子按手在羊頭上。
καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
23 把羊宰了,梅瑟取些血抹在亞郎的右耳垂,右手姆指和右腳大趾上。
καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ
24 梅瑟又叫亞郎的兒子前來,把血也抹在他們的右耳垂,右手姆指和右腳大趾上;剩下的血,梅瑟都灑在祭壇的四週。
καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐπέθηκεν Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
25 隨後取出脂肪、肥尾、貼在內臟上所有脂肪、肝葉、兩腎和兩腎上的脂肪,以及右後腿;
καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν
26 又由上主面前的無酵餅筐內,取出一塊無酵餅,一塊油餅和一塊薄餅,放在脂肪和右後腿上;
καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν
27 將這一切放在亞郎和他的兒子們的手上,在上主前行奉獻的搖禮。
καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου
28 然後梅瑟由他們手中過來,放在祭壇的全燔祭品上焚燒:這是祝聖祭,是中悅上主的馨香火祭。
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τῷ κυρίῳ
29 以後,梅瑟拿了犧牲的胸脯,在上主前行了奉獻的搖禮,這是由祝聖祭的公綿羊中,梅瑟應得的一份,有如上主對梅瑟所吩附的。
καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ
30 以後,梅瑟拿了些聖油和祭壇上的血,灑在亞郎和他的衣服上,他的兒子和他兒子衣服上:這樣就祝聖了亞郎和他的衣服,他的兒子和他兒子的衣服。
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ
31 梅瑟又對亞郎說:「你們應在會幕門口煮祭肉,也在那裡吃這肉和筐內放的祝聖祭的餅,有如上主會吩附我的:亞郎和他的兒子應當吃。
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά
καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται
33 七天的工夫,你們不可出會幕門口,直到你們的受職禮滿期的那一天,因為你們的受職禮是七天。
καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθῇ ἡμέρα τελειώσεως ὑμῶν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν
34 照今天所做的,上主還叫照樣去做,好為你們贖罪。
καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν
35 七天七夜,你們應住在會幕門口,遵守上主的禮規,以免死亡因為上主這樣吩附了我。」
καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός
36 凡上主藉梅瑟所吩附的事,亞郎和他的兒子都做了。
καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τῷ Μωυσῇ