< 約書亞記 18 >

1 這地方即然已被征服,以色列子民的全會眾就都聚集到史羅,在那裏整起了會慕。
καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν
2 以色列子民中,還有七個支派沒有分到產業。
καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί
3 若蘇厄對以色列子民說:「你們遲遲不去,承受上主你們祖先的天主賜與你們的土地,要到時候呢﹖
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν
4 你們應由每反派推選三人,我好派他們去走遍全境,按照各支派應得的產業,畫成圖樣,然後回來見我。
δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελεῖν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν
5 他們應將那地分成七份,猶大保有自己在南方的土地,若瑟家族保有自己在北方的土地。
καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ
6 你們應將那地畫成七份,把圖樣帶來見我,使我好在這裏,於上主我們的天主面前,為你們抽籤。
ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν
7 肋未人在你們中間不應有產業,因為上主司祭的品位,就是他們的產業。至於加得、勒烏本和默納協和默納協半個支派,在約旦河東岸已分得了產業,那是上主的僕人梅瑟分給他們的。」
οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ’ ἀνατολάς ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου
8 這些人準備出發時,若蘇厄吩咐這些去繪圖的人說:「你們去走遍這地,畫成圖樣,然後回來見我,我要在史羅在上主面前為你們抽籤。」
καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω
9 這些人就去走遍全境,將所有城市分成七分,寫在書冊上,回到史羅營中呈給若蘇厄。
καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν
10 若蘇厄便在史羅於上主面前,為他們抽籤,在那裏按照他們的分法,將地畫分給了以色列子民。
καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλω ἔναντι κυρίου
11 本雅明支派安他們的家族,抽籤分得的產業,是在猶大子孫和若瑟子孫中間。
καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ
12 北邊邊界起自約旦河,沿耶利哥北邊的山坡往上,至西面山地,直達貝特阿文曠野;
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων
13 再由此經路次,沿路即貝特耳南山坡下,下至阿塔洛特阿達爾,與在下貝特曷龍南部的山相接,
καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω
14 西邊的邊界由此轉彎,折向南方,由貝特曷龍對面的山向南折,直到猶大人的克黎雅特巴爾,即克黎雅特耶阿陵城:這是西界。
καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν
15 南界是從克黎雅特耶阿陵的邊界起,向加斤伸展,直到乃費托亞水泉;
καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω
16 由此往下直到位於勒法因不原北部,本希農山谷對面的山角;然後往下,經希農山谷,下至耶步斯人山腰南部,直到洛革耳泉;
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ὅ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρᾶ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
17 由此轉北,出舍默士水泉,直至阿杜明山坡對面的革里羅特,再下至勒烏本人波罕的盤石;
καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην
18 由此經貝特阿辣巴對面山腰的北部,直下到阿辣巴,
καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
19 再經貝特曷拉山脊向北,止於鹽海北端,約旦河南口,:這是南界。
ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός
20 東邊以約旦河為界以上是本雅明子孫,按照家族,分得土地的四面邊界。
καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους
21 本雅明支派子孫按照家族,分得的城市:有耶利哥、貝特曷革拉、厄默各刻漆茲、
καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις
22 背叛貝特阿辣巴、責瑪辣因、貝特耳、
καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα
23 阿威、帕辣、敖斐辣、
καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα
24 革法爾阿摩尼、敖弗尼和革巴:共計十二座城和所屬村鎮。
καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν
25 基貝紅、辣瑪、貝洛特、
Γαβαων καὶ Ραμα καὶ Βεηρωθα
26 米茲培、革非辣摩匝勒、
καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
27 耿依爾耳、塔辣拉、
καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
28 責拉、厄肋夫、耶步斯即耶路撒冷、基貝亞和克黎雅特耶阿陵:共計十四座城和所屬村鎮:以上是本雅明子孫,按照家族分得的產業。
καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν

< 約書亞記 18 >