< 約翰福音 18 >
1 穌說完了這些話,就和門徒出去,到了克德龍溪的對岸,在那裏有一個園子,他和門徒便進去了。
Ταῦτα εἰπὼν (ὁ *ko*) Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου (τοῦ *N(k)O*) Κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 出賣他的猶達斯也知道那地方,因為耶穌同門徒曾屢次在那裡聚集。道那地方,
ἤιδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη (ὁ *ko*) Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 猶達斯便領了一隊兵和由司祭長及法利賽人派來的差役,帶著火把、燈籠與武器,來到那裏。
Ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 耶穌既知道要臨到他身上的一切事,便上前去問他們說: 「你們找誰?」
Ἰησοῦς (οὖν *NK(o)*) εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν (ἐξῆλθεν *N(k)O*) (καὶ *no*) (λέγει *N(k)O*) αὐτοῖς· τίνα ζητεῖτε;
5 他們答覆說: 「納匝肋人耶穌。」他向他們說: 「我就是。」出賣他的猶達斯也同他們站在一起。
ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς (ὁ *ko*) (Ἰησοῦς· *KO*) ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
6 耶穌一對他們說了「我就是。」他們便倒退跌在地上。
ὡς οὖν εἶπεν αὐτοῖς (ὅτι· *k*) ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
7 於是他又問他們說: 「你們找誰?」他們說: 「納匝肋人耶穌。」
Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
8 耶穌答覆說: 「我已給你們說了『我就是;』你們既然找我,就讓這些人去罷! 」
ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 這是為應驗他先前所說的話:「你賜給我的人,其中我沒有喪失一個。」
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 西滿伯多祿有一把劍,就拔出來,向大司祭的一個僕人砍去,削去了他的右耳; 那僕人名叫瑪耳曷。
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ (ὠτάριον *N(k)O*) τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 耶穌就對伯多祿說: 「把劍收入鞘內! 父賜給我的杯我豈能不喝嗎?」
Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν (σου *k*) εἰς τὴν θήκην. τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
12 於是兵隊、千夫長和猶太人的差役拘捕了耶穌,把他綑起來,
Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
13 先解送到亞納斯那裡,亞納斯是那一年當大司祭的蓋法的岳父。
καὶ (ἤγαγον *N(k)O*) (αὐτὸν *k*) πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 就是這個蓋法曾給猶太人出過主意: 叫一個人替百姓死,是有利的。
ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον (ἀποθανεῖν *N(k)O*) ὑπὲρ τοῦ λαοῦ.
15 那時,西滿伯多祿同另一個門徒跟著耶穌;那門徒是司祭大所認識的,便同耶穌一起進入了大司祭的庭院,
Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ (ὁ *ko*) ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
16 伯多祿卻站在門外;大司祭認識的那個門徒遂出來,對看門的侍女說了一聲,就領伯多祿進去。
Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος (ὁ *N(k)O*) (ἦν *k*) γνωστὸς (τοῦ ἀρχιερέως *N(k)O*) καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
17 那看門的侍女對伯多祿說: 「你不也是這人的一個門徒嗎?」他說: 「我不是。」
λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 那時,僕人和差役,因為天冷就生了炭火,站著烤火取煖;伯多祿也同他們站在一起,烤火取煖。
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ (καὶ *no*) ὁ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 耶穌答覆他說: 「我向來公開地對世人講話,我常常在會堂和聖殿內,即眾猶太人所聚集的地方施教,在暗地裏我並沒有講過什麼。
ἀπεκρίθη αὐτῷ (ὁ *k*) Ἰησοῦς· ἐγὼ παρρησίᾳ (λελάληκα *N(k)O*) τῷ κόσμῳ. ἐγὼ πάντοτε ἐδίδαξα ἐν (τῇ *k*) συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου (πάντες *N(K)O*) οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 你為什麼問我?你問那些聽過我的人,我給他們講了什麼;他們知道我所說的。」
τί με (ἐρωτᾷς; ἐρώτησον *N(k)O*) τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 他剛說完這話,侍立在旁的一個差役就給了耶穌一個耳光說: 「你就這樣答覆大司祭嗎?」
ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 耶穌答覆他說: 「我若說得不對,你指說那裏不對;若對,你為什麼打我?」
ἀπεκρίθη αὐτῷ (ὁ *k*) Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24 亞納斯遂把被綑的耶穌,送到大司祭蓋法那裏去。
Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 西滿伯多祿仍站著烤火取煖,於是有人向他說:「你不也是他門徒中的一個嗎?」伯多祿否認說: 「我不是。」
ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο (οὖν *O*) ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
26 有大司祭伯的一個僕役,是伯多祿削下耳朵的那人的親戚,對他說:「我不是在山園中看見你同他在一起嗎?」
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
πάλιν οὖν ἠρνήσατο (ὁ *k*) Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 然後他們從蓋法那裏把耶穌解往總督府,那時是清晨;他們自己卻沒有進入總督府,怕受了沾污,而不能吃逾越節的羔羊。
Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ (πρωΐ. *N(k)O*) καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ (ἵνα *K*) φάγωσιν τὸ πάσχα.
29 因此,比拉多出來,到外面向他們說: 「你們對這人提出什麼控告?」
ἐξῆλθεν οὖν ὁ Πιλᾶτος (ἔξω *NO*) πρὸς αὐτοὺς καὶ (φησίν· *N(k)O*) τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 他們回答說: 「如果這人不是作惡的,我們便不會把他交給你。」
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος (κακὸν *N(K)O*) (ποιῶν, *N(k)O*) οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 比拉多便對他們說: 「你們自己把他帶去,按照你們的法律審判他罷!」猶太人回答說: 「我們是不許處死任何人的! 」
εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον (οὖν *KO*) αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 這是為應驗耶穌論及自己將怎樣死去而說過的話。
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33 比拉多於是又進了總督府,叫了耶穌來,對他說: 「你是猶太的君王嗎?」
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 耶穌答覆說: 「這話是你由自己說的,或是別人論我而對你說的?」
ἀπεκρίθη (αὐτῷ ὁ *k*) Ἰησοῦς· ἀπὸ (σεαυτοῦ *N(k)O*) σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
35 比拉多答說: 「莫非我是個猶太人?你的民族和司祭長把你交付給我,你做了什麼?」
ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 耶穌回答說: 「我的國不屬於這世界;假使我的國屬於這世界,我的臣民早已反抗了,使我不至於被交給猶太人;但是我的國不是這世界的。」
Ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 於是比拉多對他說: 「那麼,你就是君王了?」耶穌回答說:「你說的是,我是君王。我為此而生,我也為此而來到世界上,為給真理作證:凡屬於真理的,必聽從我的聲音。」
Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι (ἐγώ. *k*) ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 比拉多遂說: 「什麼是真理?」說了這話,再出去到猶太人那裏,向他們說: 「我在這人身上查不出什麼罪狀來。
Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
39 你們有個慣例: 在逾越節我該給你們釋放一人;那麼,你們願意我給你們釋放猶太人的君王嗎?」
ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
40 他們就大聲喊說: 「不要這人,而要巴辣巴! 」巴辣巴原是個強盜。
ἐκραύγασαν οὖν πάλιν (πάντες *ko*) λέγοντες· μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.