< 約伯記 12 >

1 約伯回答說:
ὑπολαβὼν δὲ Ιωβ λέγει
2 的確,只有你們是有知識的子民;那麼,你們一死,智慧也與你們一同喪亡!
εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἦ μεθ’ ὑμῶν τελευτήσει σοφία
3 其實,我和你們有同樣的心理,我並不亞於你們! 誰不知道這些事﹖
κἀμοὶ μὲν καρδία καθ’ ὑμᾶς ἐστιν
4 我這呼籲天主而蒙應允的人,卻被他的友人所嘲笑,無辜的義人卻成了笑柄。
δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα
5 幸運的人心想:遭難的人應受蔑視,失足的人應再予以打擊。
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων
6 但是,強盜的帳幕竟能安全,觸怒天主的人,以勢力為神的人卻享平安。
οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι ὅσοι παροργίζουσιν τὸν κύριον ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται
7 請你詢問走獸,牠們也會開導你;詢問天上的飛鳥,牠們也會告訴你;
ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν
8 地上的爬蟲也會教訓你,海中的魚族也會給你說明。
ἐκδιήγησαι δὲ γῇ ἐάν σοι φράσῃ καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης
9 牠們中有誰不知道:是天主的手創造了這一切﹖
τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα
10 因為一切活物的生魂,一切血肉之人的靈魂,都握在他手中。
εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου
11 耳朵不是為明辨言語,口腔不是為辨嘗食物嗎﹖
οὖς μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σῖτα γεύεται
12 白髮老人是有智慧的,年紀大者是有見識的;
ἐν πολλῷ χρόνῳ σοφία ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη
13 但智慧和能力同在天主內,智慧與見識是天主所有。
παρ’ αὐτῷ σοφία καὶ δύναμις αὐτῷ βουλὴ καὶ σύνεσις
14 他若拆毀,人不能再建;他若拘禁,人不得開釋。
ἐὰν καταβάλῃ τίς οἰκοδομήσει ἐὰν κλείσῃ κατὰ ἀνθρώπων τίς ἀνοίξει
15 他若制水,水便乾涸;他若放水,水便沖毀大地。
ἐὰν κωλύσῃ τὸ ὥδωρ ξηρανεῖ τὴν γῆν ἐὰν δὲ ἐπαφῇ ἀπώλεσεν αὐτὴν καταστρέψας
16 力量與才能,為他所有;受騙者與騙人者,都屬於他。
παρ’ αὐτῷ κράτος καὶ ἰσχύς αὐτῷ ἐπιστήμη καὶ σύνεσις
17 他使謀士糊塗,使判官愚蠢;
διάγων βουλευτὰς αἰχμαλώτους κριτὰς δὲ γῆς ἐξέστησεν
18 他解除君王所繫的玉帶,將繩索捆在他們的腰間;
καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν
19 他使司祭赤足而行,推倒掌握大權者;
ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους δυνάστας δὲ γῆς κατέστρεψεν
20 奪去忠貞者的辯才,剝去年老者的理智:
διαλλάσσων χείλη πιστῶν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω
21 使貴人備受侮辱,使勇士的腰帶鬆弛;
ἐκχέων ἀτιμίαν ἐπ’ ἄρχοντας ταπεινοὺς δὲ ἰάσατο
22 使隱秘的事由暗處彰顯,使黑暗進入光明;
ἀνακαλύπτων βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου
23 使邦國興起而又滅亡,使民族強大而又消散;
πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά
24 剝去國君的理智,使他們漂泊於無路的荒野中,
διαλλάσσων καρδίας ἀρχόντων γῆς ἐπλάνησεν δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν
25 在無光的黑暗中摸索,踉蹌猶如醉漢。
ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων

< 約伯記 12 >