< 耶利米書 15 >

1 上主對我說:「縱使梅瑟和撒慕爾立在我面前,我的的心仍不轉向這人民;你由我面前將他們驅逐,叫他們離去。
καὶ εἶπεν κύριος πρός με ἐὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν τοῦτον καὶ ἐξελθέτωσαν
2 假如人對你說:我們往哪裏去﹖你就對他們說:上主這樣說:「該死的就死,該殺的就殺,該挨餓的就挨餓,該被擄去的,就被擄去。
καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ποῦ ἐξελευσόμεθα καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν
3 我必用四種型罰來懲罰他們──上主的斷語──用刀劍來殺,用野狗來拖,用天空的飛鳥和地上的野獸來吞食,來消滅。
καὶ ἐκδικήσω ἐπ’ αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν
4 我為了猶大王希則克雅的兒子默納舍在耶路撒冷所行的事,必使他們成為地上萬國所恐怖的對象。
καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὧν ἐποίησεν ἐν Ιερουσαλημ
5 耶路撒冷! 誰還憐恤你,誰還同情你,誰還轉身向你安﹖
τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι
6 你既離棄了我──上主的斷語──轉身背著我,我就只有對你伸出我的手,將你消滅;我對寬恕已感厭倦:
σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύσῃ καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε καὶ οὐκέτι ἀνήσω αὐτούς
7 我要在這地的城門口,用簸箕將他們簸散,使他們喪失子女;我要消滅我的人民,因為他們不離開自己的行徑。
καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν
8 他們的寡婦已多過海邊的沙粒;我要給他們招來午間的破壞者,襲擊英俊勇士的母親,使痛苦和恐怖突然降到她身上。
ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν
9 生過七個子女的母親,現已身衰氣絕,還是白天,她的太陽已經西落,她只有絕望惆悵;至於他們的遺民,我必使他們在敵人面前死於刀下──上主的斷語。
ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας κατῃσχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν
10 我的母親! 我真不幸! 你竟生了我這與普世對抗相的人。我沒有向人借貸,人也沒有向我借貸,人卻都辱罵我。
οἴμμοι ἐγώ μῆτερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με
11 實在,上主,我豈沒有盡力事奉你﹖我豈沒有在災難禍患時向你懇求﹖
γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
12 人豈能折斷北方的鐵和銅﹖
εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκοῦν
13 [我必使你的財產和寶藏,任人搶奪,為補償你在你全境內犯的罪惡,
ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου
14 叫你在你不認識的地方,給你的仇敵為奴,因為我的怒火已燃起,必對你們發作] 。
καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου ἐφ’ ὑμᾶς καυθήσεται
15 上主,你都知道,求你回念我,眷顧我,為我報復迫害我的人,不要因你太忍耐,就讓我死去;你該知道:正是為了你,我才受人侮辱。
κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
16 你的話一來到,我就去吞下去;你的話成了我的喜悅,我心中的歡樂,上主,萬軍的天主! 因為我是歸於你名下的,
ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ ἐμοί κύριε παντοκράτωρ
17 我從沒有坐在歡笑者的集會中一同取樂;我卻依你的指示獨自靜坐,因為你使我憤怒填胸。
οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην
18 為什麼我的痛苦如此久長,我的創傷不可醫治,痊愈無望﹖你於我好像是一條不常有水,而變化無常的溪流!
ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν
19 為此上主這樣說:「你若回來,我必讓你回來,使你能在立在我面前;若能發表高尚而非荒謬的思想,你就可作我的口舌,使他們轉向你,而不是你轉向他們。
διὰ τοῦτο τάδε λέγει κύριος ἐὰν ἐπιστρέψῃς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔσῃ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς
20 這樣,我必使你這人民成為一設防的銅牆,他們能攻打擊你,卻不能制勝你,因為有我與你同在,援助你,解救你──上主的斷語──
καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
21 我必解救你脫離惡人的手,由強暴人的掌握中將你贖回」。
καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν

< 耶利米書 15 >