< 以賽亞書 8 >

1 上主對我說:「你拿一塊大板,用通用的字體在上面寫:瑪赫爾、沙拉耳、哈市、巴次」
καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ
2 我就叫了兩個忠直的證人,即司祭烏黎雅和耶貝勒基雅的兒子則加黎雅,為我作證。
καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
3 我接近了女先知,她便懷孕,生了一個兒子;上主對我說:「你給他起名叫瑪赫爾沙拉耳哈市巴次,
καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον
4 因為在這孩子會喊「爸爸」「媽媽」以前,大馬士革的財富和撒瑪黎雅的贓物必要運到亞述王前。」
διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων
5 上主又曉諭我說:
καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι
6 因為這民族厭棄了緩緩徐流的史羅亞水,因而在勒斤和勒瑪里雅之子面前驚慌;
διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ’ ὑμῶν
7 為此,看,吾主必使洶湧澎湃的河水--即亞述王和他所有的軍隊--上來淹沒他們;他必將瀉出一切河道,溢出一切河岸,
διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
8 直沖入猶大,漲溢氾濫,高達人的頸項。厄瑪奴耳啊!他展開的兩翼,將掩蓋你廣闊的疆土!
καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός
9 眾民啊!覺悟罷!你們終必喪膽! 遠方的一切民族啊!聆聽罷 !任憑你們怎樣束腰,終必喪膽!任憑你們怎樣束腰,終必喪膽。
γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
10 你們雖然策劃,必然落空;你們雖然說定,決不能實現,因為天主與我們同在。
καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ’ ἡμῶν κύριος ὁ θεός
11 當上主以手握住我,警惕我不要走這民族的道路時,這樣對我說:
οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες
12 這民族稱為聖的,你們不得稱之為聖!他們畏懼的,你們不必畏懼,也不必戰兢!
μήποτε εἴπητε σκληρόν πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε
13 萬軍的上主,你們惟應以他為聖;他是你們當敬畏的,是你們當恐懼的。
κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
14 他將是以色列兩家的絆腳石和失足的暗礁,是耶路撒冷居民的羅網和陷阱。
καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
15 他們中間有許多人將失足跌倒而折傷,陷於圈套而被捕。
διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
16 證件已綁好,訓誨在我門徒中已封緘,
τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν
17 我只仰望那位現在轉面不顧雅各伯家的上主,我要等待他。
καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ
18 看哪!我和上主賞給我的孩子,在以色列中成了標識和預兆:這原是出於住在熙雍山上的萬軍的上主!
ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων
19 有人或對你們說:「你們詢問那些喃喃細語的巫覡和術士罷!百姓豈不能詢問自己的神,為活人而詢問幽魂嗎﹖」「
καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς
20 應到訓誨和證件中去尋!」誰若不照這話答覆,為他便沒有曙光。
νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ
21 人將忍受著痛苦和飢餓,經過此地;當他由於飢餓而暴發忿怒時,必詛咒自己的君王和自己的神明;他無論仰望上天,
καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
22 或注視大地,他只見苦惱和幽暗,昏黯和恐怖!但黑暗畢竟要被驅除,
καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν

< 以賽亞書 8 >