< 希伯來書 7 >

1 原來這默基瑟德是撒冷王,是至高者天主的司祭;當亞巴郎打敗眾王回來時,他來迎接,且祝福了他。
Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2 亞巴郎就由所有的一切之中,拿出十分之一分給了他;他的名字默基瑟德,第一可稱作「正義之王,」他也可稱作「撒冷之王」,就是「和平之王」之意。
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ—πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης·
3 他無父,無母,無族譜,生無始,壽無終:他好像天主子,永久身為司祭。
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ—μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 你們要想想:這人是多麼偉大,連聖祖亞巴郎也由上的戰利品中,取了十分之一獻給了他,
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5 那些由肋未子孫中領受司職的,固然有命向人民,按法律徵收什一之物,既向他們的弟兄,雖然都是出自亞巴郎的腰中,
Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6 可是不屬於他們世系的那一位,卻收了亞巴郎的什一之物,並祝福了那蒙受恩許的。
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.
7 從來,在下的受在上的祝福,這是無人可反對的。
Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 在這裏那些領受什一之物的,是有死的人;但是那裏領受什一之物的,卻是一位證明了常活著的人。
Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ, μαρτυρούμενος ὅτι ζῇ.
9 並且可說:連那領受什一之物的肋未,也藉著亞巴郎,交納了什一之物,
Καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται·
10 因為當默基瑟德迎接亞巴郎的時候,肋未還在祖先的腰中。
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
11 那時,如果藉著肋未司祭職能有成全──因為選民就是本著這司祭職接受了法律──為什麼還須要興起另一位,按照默基瑟德品位的司祭,而不稱為亞郎的品位呢﹖
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν—ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο—τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12 如今司祭職一變更,法律也必然變更,
Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 因為這裏所論到的那一位,原是屬於另一支派,由這一支派中,沒有一個人曾在祭壇服務過。
Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
14 顯然我們的主是由猶太支派出生的,關於這一支派,梅瑟從未提到司祭的事。
Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.
15 既然有另一位司祭,是按照默基瑟德的品級興起的,那我們所討論的就更顯明了,
Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,
16 因為衪之成為司祭,並不是按照血統所規定的法則,而是按照不可消滅的生命的德能,
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
17 因為有聖經給它作證:『你照默基瑟德的品位永做司祭。』 (aiōn g165)
μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. (aiōn g165)
18 先前的誡命之廢除,是由於它的弱點和無用,
Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·
19 因為法律本來就不能成就什麼;可是如今引進了一個更好的希望,因著這希望,我們纔能親近天主。
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ.
20 再者,耶穌成為司祭是具有天主誓言其他的司祭並沒有這種誓言就成了司祭。
Καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας—οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21 耶穌成為司祭,卻具有誓言,因為天主向他說:『上主一發了誓,他決不再反悔;你永為司祭。』 (aiōn g165)
ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν, Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ— (aiōn g165)
22 如此,耶穌就成了更好的盟約的擔保人。
κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 再者,肋未人成為司祭的,人數眾多,因為死亡阻礙他們長久留任,
Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24 但是耶穌因永遠長存,具有不可消逝的司祭品位。 (aiōn g165)
ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. (aiōn g165)
25 因此,凡由他而接近天主的人,他全能拯救,因為他常活著,為他們轉求。
Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 這樣的大司祭纔適合於我們,他是聖善的、無辜的、無玷的、別於罪人的、高於諸天的;
Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
27 無須像那些大司祭一樣,每日要先為自己的罪,後為人民的罪,祭獻犧牲;因為衪奉獻了自己,只一次而為永遠完成了這事,
ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.
28 因為法律所立為大司祭的人是有弱點的;可是在法律以後,以誓言所立的聖子,卻是成全的,直到永遠。 (aiōn g165)
Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn g165)

< 希伯來書 7 >