< 希伯來書 13 >

1 兄相愛之情應當常存。
Ἡ φιλαδελφία μενέτω.
2 不可妄了款待旅客,曾有人因此於不知不覺中款待了天使。
Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ, ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
3 你們應懷念被囚禁的人,好像與他們同被囚禁;應懷念受虐待的人,好像你們也親身受了一樣。
Μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
4 在各方面,婚姻應受尊重,床弟應是無玷的,因為淫亂和犯奸的人,天主必要裁判。
Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ ˚Θεός.
5 待人接物不應愛錢;對現狀應知足,因為天主曾親自說過:『我決不離開你,也決不捨棄你。』
Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, “Οὐ μή σε ἀνῶ, οὐδʼ οὐ μή σε ἐγκαταλίπω.”
6 所以我們可放心大膽地說:『有上主保護我,我不畏懼;戈能對我怎樣﹖
Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, “˚Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;”
7 你們應該記念那些曾給你們講過天主的道理,作過你們領袖的人,默想他們的生死效法他們的信德。
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ ˚Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.
8 耶穌基督昨天、今天,直到永遠,常是一樣。 (aiōn g165)
˚Ἰησοῦς ˚Χριστὸς, ἐχθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. (aiōn g165)
9 不可因各種異端道理而偏離正道;最好以思報寵來堅固自己的心,而不要以食物;那靠食物而行的人,從未得到好處。
Διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.
10 我們有一座祭壇,那些在帳幕內行敬禮的人,沒有權利吃上面的祭物,
Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν, οἱ τῇ σκηνῇ λατρεύοντες.
11 因為那些祭牲的血,由大司祭帶到聖所內當作贖罪祭,祭牲的屍體卻應在營外焚燒盡;
Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
12 因此耶穌得以自己的血聖化人民,在城門外受了苦難。
Διὸ καὶ ˚Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
13 所以我們應離開營幕,到衪那裏去,去分受衪的淩辱,
Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
14 因為我們在此沒有常存的城邑,而是尋求那將來的城邑。
Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
15 所以我們應藉著耶穌,時常給天主奉獻讚頌的祭獻,就是獻上我們嘴唇的佳果,頌揚衪的聖名。
Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ ˚Θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
16 至於慈善和施捨,也不可忘記,因為這樣的祭獻是天主所喜悅的。
Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ ˚Θεός.
17 你們應信服並聽從你們的領袖,因為他們為了你們的靈魂,常醒寤不寐,好像要代你們交賬的人;你們要他們喜歡盡此職分,而不哀怨,因他們若有哀怨,為你們決無好處。
Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18 請為我們祈禱,因為我們確信,我們有一個純正的良心,願意在萬物一切事上舉止完善。
Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
19 我還懇切勸勉你們格外行祈禱,使我們快回到你們那裏。
Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
20 賜平安的天主曾由死者中領出了那位因永遠盟約的血,作群羊偉大司牧的我們的主耶穌, (aiōnios g166)
Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν, (aiōnios g166)
21 願衪成全你們行各種的善工,好承行衪的旨意;願天主在我們身上,藉著耶穌基督行衪眼中所喜悅的事! 光榮歸於衪,至於無窮之世,阿們。 (aiōn g165)
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn g165)
22 弟兄們,我勸你們容納這勸慰的話,因為我只是簡略地給你們寫了這封信。
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
23 你們要知道,你們的弟兄弟茂德已被釋放了;如果他來的快,我就同他一起來看你們。
Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν, Τιμόθεον, ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24 問候你們的首袖和眾聖徒! 意大利的弟兄問候你們。
Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25 願恩寵與你們眾人同在!
Ἡ χάρις μετὰ πάντων ὑμῶν. ἀμήν!

< 希伯來書 13 >