< 創世記 47 >

1 若瑟遂去呈報法郎說:「我父和我兄弟,帶著他們的牛羊和一切所有,從客納罕地來了,現今都在哥笙地方。」
ἐλθὼν δὲ Ιωσηφ ἀπήγγειλεν τῷ Φαραω λέγων ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χανααν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσεμ
2 若瑟由他兄弟中選了五人,引他們去謁見法郎。
ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω
3 法郎問若瑟的兄弟們說:「你們有何職業﹖」他們回答法郎說:「你的僕人們是放羊的人,我們和我們的祖先,都是如此。」
καὶ εἶπεν Φαραω τοῖς ἀδελφοῖς Ιωσηφ τί τὸ ἔργον ὑμῶν οἱ δὲ εἶπαν τῷ Φαραω ποιμένες προβάτων οἱ παῖδές σου καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν
4 繼而又對法郎說:「我們來僑居此地,因為客納罕地饑荒很凶,你僕人們的羊群找不到草地,所以請陛下讓你的僕人們住在哥笙地方。」
εἶπαν δὲ τῷ Φαραω παροικεῖν ἐν τῇ γῇ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσεμ
5 法郎遂面對若瑟說:「你父親和你兄弟既來到了你這裏,
εἶπεν δὲ Φαραω τῷ Ιωσφη κατοικείτωσαν ἐν γῇ Γεσεμ εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ιωσηφ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἤκουσεν Φαραω βασιλεὺς Αἰγύπτου καὶ εἶπεν Φαραω πρὸς Ιωσηφ λέγων ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ
6 埃及國全在你面前,你可叫你父親和你兄弟住在最好的地方,叫他們住在哥笙地;你若知道他們中有能幹的可派他們管我的牲畜。」
ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σού ἐστιν ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου
7 然後若瑟引他父親來謁見法郎;雅各伯向法郎請安。
εἰσήγαγεν δὲ Ιωσηφ Ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω
8 法郎遂問雅各伯說:「請問高壽﹖」
εἶπεν δὲ Φαραω τῷ Ιακωβ πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου
9 雅各伯回答法郎說:「我寄居人世,已一百三十年;我一生歲月又少又苦,不會達到我祖先寄居人世的年數。」
καὶ εἶπεν Ιακωβ τῷ Φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἃς ἡμέρας παρῴκησαν
10 雅各伯再向法郎請安,辭別法郎出來了。
καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξῆλθεν ἀπ’ αὐτοῦ
11 若瑟依照法郎的吩咐,給他父親和兄弟安排了住處,將埃及國辣默色斯境內最好的地方,給了他們作產業。
καὶ κατῴκισεν Ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ Ραμεσση καθὰ προσέταξεν Φαραω
12 若瑟並按照他們的人口,供給他父親和兄弟以及他父親全部家屬的食糧。
καὶ ἐσιτομέτρει Ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα
13 那時因為饑荒十分嚴重,各地絕糧,連埃及國和客納罕地也因饑荒缺了糧。
σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ
14 若瑟因售糧與民眾,將埃及國和客納罕地內所有的一切銀錢,都聚斂了來,將這些銀錢盡歸入法郎王室。
συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω
15 當埃及國和客納罕地的銀錢都用盡了,埃及人前來見若瑟說:「銀錢已用完了,請給我們糧食,免得我們死在你面前! 」
καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν
16 若瑟回答說:「如果沒有銀錢,可將你們的家畜送來;我將糧食給你們,交換你們的家畜。」
εἶπεν δὲ αὐτοῖς Ιωσηφ φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον
17 他們遂將家畜送來,交給若瑟;若瑟便以糧食換取了他們的馬、牛、羊、驢;那一年人們就以所有的家畜,換糧食生活。
ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηφ καὶ ἔδωκεν αὐτοῖς Ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ
18 這一年過後,第二年他們又來見他說:「我們實不瞞我主,銀錢都用盡了,畜養的家畜也全歸了我主,在我主面前什麼也沒有了,只剩下了我們自身和我們的田地。
ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν
19 為什麼要我們死在你面前﹖讓田地荒蕪呢﹖你用糧食收買我們和我們的田地罷! 好叫我們的田地都歸法郎作主。請給我們穀種,好叫我們生活,不致於死,田地也不致於荒蕪。」
ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες Φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται
20 埃及人為饑荒所迫,人人出賣了自己的農田;若瑟遂為法郎購得了埃及所有的田地,田地遂盡歸法郎所有。
καὶ ἐκτήσατο Ιωσηφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραω ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραω ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός καὶ ἐγένετο ἡ γῆ Φαραω
21 並使埃及境內的人民,從這邊直到那邊,都成了農奴;
καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ’ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων
22 只有司祭的田地他沒有買得,因為司祭有得自法郎的常糧,可藉法郎賜與他們的常糧生活,所以沒有賣他們的田地。
χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην Ιωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοῖς Φαραω διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν
23 那時若瑟對人民說:「今天我將你們和你們的田地,都已買下歸於法郎,這裏有你們的穀種,你們拿去播種;
εἶπεν δὲ Ιωσηφ πᾶσι τοῖς Αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραω λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν
24 到了收穫的時候,五分之一應歸法郎,其餘四分歸你們自己,作為田地的穀種,作為你們和你們的家屬以及幼兒的食糧。」
καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ Φαραω τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν
25 他們答說:「你救了我們的性命! 唯願我們在我主前蒙恩,我們情願給法郎為奴! 」
καὶ εἶπαν σέσωκας ἡμᾶς εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω
26 由此若瑟為埃及的田地立了法例,至今有效:五分之一應歸法郎;只有司祭的田地例外,不歸法郎。
καὶ ἔθετο αὐτοῖς Ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἦν τῷ Φαραω
27 以色列人住在埃及國哥笙地方,那裏置業繁殖,人數大為增加。
κατῴκησεν δὲ Ισραηλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ’ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα
28 雅各伯在埃及國又活了十七年;雅各伯的一生歲月共計一百四十七年。
ἐπέζησεν δὲ Ιακωβ ἐν γῇ Αἰγύπτῳ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι Ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη
29 以色列自知死期已近,便叫了他兒子若瑟來,對他說:「如果我在你眼內得寵,請將你的手放在我的胯下許下,以恩情和忠實對待我,不要將我埋在埃及。
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ
30 我與我的祖先同眠了,你應將我帶出埃及,葬在他們的墓地裏。」若瑟答說:「我必照你的話去行。」
ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν ὁ δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου
31 雅各伯接著說:「你對我發誓。」若瑟遂對他發了誓;以色列便靠著床頭屈身下拜。
εἶπεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτῷ καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ

< 創世記 47 >