< 加拉太書 3 >

1 無知的迦拉達人啊! 被在十字架上的耶穌基督,已活現地擺在你們的眼前,誰又迷惑了你們呢﹖
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν (τῇ ἀληθείᾳ μὴ πείθεσθαι, *K*) οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη (ἐν ὑμῖν *K*) ἐσταυρωμένος;
2 我只願向你們請教這一點:你們領受了聖神,是由於遵行法律呢﹖還是由於聽信福音呢﹖
τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3 你們竟這樣無知嗎﹖你們以聖神開始了,如今又願以肉身結束嗎﹖
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4 你們竟白白受了這麼多的苦嗎﹖果然是白白的嗎﹖
τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
5 天主賜與你們聖神,並在你們中間施展了德能,是因為你們遵行法律呢﹖還是因為你們聽信福音呢﹖
Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
6 經上這樣記載說:『亞巴郎信了天主,天主就以此算為他的正義。』
καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 為你們該曉得:具有信德的人,才是亞巴郎的子孫。
γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
8 聖經預見天主將使異民憑信德成義,就向亞巴郎預報福音說:『萬民都要你獲得祝福。』
προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9 可見那些具有信德的人,與有信德的亞巴郎同蒙祝福。
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 反之,凡是依恃遵行法律的,都應受咒罵,因為經上記載說:『凡不持守律書上所記載的一切,而依照遵行的, 是可咒罵的。 』
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ (ὅτι *no*) ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει (ἐν *k*) πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
11 所以很明顯的,沒有一個人能惑法律在天主前成義,因為經上說:『義人因信德而生活。 』
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
12 但是法律並非以信德為本,只說:『遵行法令的,必因此獲得生命。 』
ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾽ ὁ ποιήσας αὐτὰ (ἄνθρωπος *K*) ζήσεται ἐν αὐτοῖς.
13 但基督由法律的咒罵贖出了我們,為我們成了可咒罵的,因為經上記載說:『凡被懸在木架上的,是可咒罵的。 』
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· (ὅτι *no*) γέγραπται (γάρ· *k*) ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14 這樣天主使亞巴郎所蒙受的祝福,在基督耶穌內普及於萬民,並使我們能藉著信德領受所應許的聖神。
ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 弟兄們! 就常規來說:連人的遺囑,如果是正式成立的,誰也不得廢除或增訂。
ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16 那麼,恩許是向亞巴郎和他的後裔所許諾的,並沒有說「後裔們」,好像是向許多人說的, 而是向一個人, 即「你的後裔」,就是指基督。
τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει· καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός.
17 我是說:天主先前所正式立定的誓約,決不能為四百三十年後成立的法律所廢除,以致使恩許失效。
τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ (εἰς Χριστὸν *K*) ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18 如果承受產業是由於法律,就已不是由於恩許;但天主是由於恩許把產業賜給了亞巴郎。
εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός.
19 那麼,為什麼還有法律呢﹖它是為顯露過犯而添設的,等祂所恩許的後裔來到,它原是藉著天使,經過中人的手而立定的。
Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη ἄχρις (οὗ *NK(o)*) ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20 可是如果出於單方,就不需要中人了,而天主是由單方賜與了恩許。
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.
21 那麼,法律相反天主的恩許嗎﹖絕對不是。如果立定的法律能賜與人生命,正義就的確是出於法律了。
Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως (ἐκ νόμου *NK(o)*) ἂν ἦν ἡ δικαιοσύνη·
22 但是聖經說過:一切人都被禁錮在罪惡權下,好使恩許藉著對基督耶穌的信仰,歸於相信的人。
ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23 在「信仰」尚未來到以前,我們都被禁錮在法律的監守之下,以期待「信仰」的出現。
Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα (συγκλειόμενοι *N(k)O*) εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24 這樣,法律就成了我們的啟蒙師,領我們歸於基督,好使我們由於信仰而成義。
ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
25 但是「信仰」一到,我們就不再處於啟蒙師權下了。
ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26 其實你們眾人都藉著對於基督耶穌的信仰,成了天主的子女,
πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·
27 因為你們凡是領了洗歸於基督的,就是穿上了基督:
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
28 不再分猶太人或希臘人,奴隸或自由人,男人或女人,因為你們眾人在基督耶穌內已成了一個。
οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· (πάντες *NK(o)*) γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
29 如果你們屬於基督,那麼,你們就是亞巴郎的後裔,就是按照恩許作承繼的人。
εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, (καὶ *k*) κατ᾽ ἐπαγγελίαν κληρονόμοι.

< 加拉太書 3 >