< 以斯拉記 10 >

1 當厄斯德拉淚流如注,俯伏在天主殿祈禱認罪時,有很大的一群以色列人,男、女、孩童都聚集在她四周,民眾也都流淚痛哭。
καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
2 當時厄藍子孫中有一位,即耶希耳的兒子舍加尼雅,發言向厄斯德拉說:「我們由本地異民中娶了外婦女,實在得罪了天主,但對此事為以色列還有希望。
καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ
3 現在我們與我們的天主立約,離棄這些婦女和她們所生的兒女,全照我主和那些對我們天主誡命起敬起畏者的意見,依照法律行事。
καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω
4 起來! 因為這事全在妳身上,我們支持妳,妳應勇敢去作! 」
ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον
5 厄斯德拉便起來,令司祭並肋未人首領起誓,必按這話去做;他們就發了誓。
καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
6 厄斯德拉遂離開天主的殿,到了厄肋雅史的兒子約哈南的房裏,在那裏過夜,飯也不吃,水也不喝,因為她對充軍歸來者的罪惡悲傷。
καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
7 首領們遂在猶大和耶路撒冷發出通告,令充軍歸來的人都聚集在耶路撒冷;
καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ιερουσαλημ
8 照眾首領和長老的議決:凡三日不來者,他的一切財產應充公,他本人也應由充軍歸來的會眾中革除。
καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
9 所有猶大和本雅明人,三又內都聚集在耶路撒冷,時在九月日,眾人都坐在天主殿前的廣場上,為了這事和大雨的緣故,都戰戰兢兢。
καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
10 厄斯德拉司祭起來向他們說:「你們娶了外方婦女而失了信,增加了以色列的罪孽;
καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ
11 現今你們應向上主你們的天主認罪,承行衪的旨意,離開本地異民和外方婦女」。
καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
12 全會眾都高聲回答說:「你怎樣說,我們就怎樣做。
καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ’ ἡμᾶς ποιῆσαι
13 但因人民眾多,又兼雨季,我們不能留在露天地裏,何況又不是一兩天能完成的事,因為我們在這事上越規的人實在太多。
ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
14 讓我們的首領為眾會眾負責好了! 凡在我們城內娶了外方婦女人,照指定的時候,同自己城內的長老和判官,一起前來了結此案,直到挽回我們的天主對此事的盛怒」。
στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ’ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
15 只有阿撒耳的兒子約納堂,和提克瓦的兒子雅赫則雅,起來反對這種辦法;還有默叔藍和肋未人沙貝泰,支持他們。
πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ’ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς
16 由充軍歸來的子民就這樣做了。厄斯德拉司祭,於是由各家族為自己選擇了一些族長,都的提名指定的。他們便在十月一日,開庭審查此案,
καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
17 直到一且日,方才辦完關於娶外方婦女的男子的案件。
καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
18 在司祭中,發現有些人娶了外方的婦女;約匝達克的兒子耶叔亞的子孫和他的兄弟中,有瑪阿色雅、厄里阿厄則爾、雅黎布和革達里雅;
καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια
19 他們宣誓辭去自己的妻子,為贖自己的罪,獻了一公綿羊作贖過祭。
καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
20 依默爾的子孫,有哈納尼和則巴狄雅;
καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια
21 哈陵的子孫有瑪阿色雅、厄里雅、舍瑪雅、耶希耳和烏雅;
καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια
22 帕市胡爾的子孫,有厄里約乃、瑪阿色雅、依市瑪耳、乃塔乃耳、約匝巴得和厄拉撒;
καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα
23 肋未人有約匝巴得、史米、刻拉雅即刻里達、培塔希雅、猶達和厄里厄則爾;
καὶ ἀπὸ τῶν Λευιτῶν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ
24 歌詠者中有厄肋雅史布;守門者中有沙隆、特冷和烏黎。
καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε
25 以色列平民帕洛士的子孫,有辣米雅、依齊雅。瑪耳基雅、米雅明、厄肋阿匝爾、瑪耳基雅和貝納雅;
καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια
26 厄藍的子孫,有瑪塔尼雅、則加黎雅、耶希耳、阿貝狄、耶勒摩特和厄里雅、;
καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια
27 厄突的子孫,有厄里約乃、厄肋雅史布、瑪塔尼雅、耶勒摩特、匝巴得和阿齊匝;
καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα
28 貝拜的子孫,有約哈南、哈納尼雅、匝拜和阿特來;
καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι
29 巴尼的子孫,有默叔藍、瑪路克、哈達雅、雅叔布、舍阿耳和耶勒摩特;
καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ
30 帕哈特摩阿布的子孫,有阿德納、革拉耳、貝納雅、瑪阿色雅、瑪塔尼雅、貝匝肋耳、彼奴依和默納舍;
καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση
31 哈陵的子孫,有厄里厄則爾、依史雅、瑪耳基雅、舍瑪雅、史默紅、
καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων
32 本雅明、瑪路克和舍瑪黎雅;
Βενιαμιν Μαλουχ Σαμαρια
33 哈雄的子孫,有瑪特厏、瑪達達、匝巴得、厄里培約特、耶勒買、默納舍和史米;
καὶ ἀπὸ υἱῶν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ
34 巴尼的子孫,有瑪阿待、阿默蘭、約厄耳、
ἀπὸ υἱῶν Βανι Μοοδι Αμραμ Ουηλ
35 貝納雅、貝狄雅、革路希、
Βαναια Βαδαια Χελια
36 瓦尼雅、默勒摩特、厄肋雅史布、
Ουιεχωα Ιεραμωθ Ελιασιβ
37 瑪塔尼雅、瑪特乃、雅阿掃、
Μαθανια Μαθαναι καὶ ἐποίησαν
38 巴尼、彼奴依、史米、
οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
39 舍肋米雅、納堂、阿達雅、
καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια
40 瑪革納德拜、沙瑟、沙賴、
Μαχναδαβου Σεσι Σαρου
41 阿匝勒耳、舍勒米雅、舍瑪黎雅、
Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
42 沙隆、阿瑪黎雅、約色夫;
καὶ Σαλουμ Αμαρια Ιωσηφ
43 乃波的子孫,有耶依耳、瑪提提雅、匝巴得、則彼納、約厄耳和貝納雅;
ἀπὸ υἱῶν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια
44 以上諸人都娶了外方婦女,有的婦女也生了兒女。
πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς

< 以斯拉記 10 >