< 以斯拉記 1 >
1 波斯王居魯士元年,為應驗上主藉耶肋米亞的口所說的話,上主感動波斯王居魯士的心,叫他出一道號令,並向全國頒發上諭說:
καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων
2 「波斯王居魯士這樣說:上天的神「雅威」將地上萬國交給了我,囑咐我在猶大的耶路撒冷,為衪建築一座殿宇。
οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
3 你們中間凡作衪子民的,願他的神與他同在,上赫特4的耶路撒冷,建築以色列的神「雅威」的──是在耶路撒冷的神。
τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ
4 所有的遺民,無論僑居在地方,那地方的人都應捐獻金銀、貨財、牲畜,以及自願的獻儀,為那在耶路撒冷的神修建殿宇」。
καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ
5 於是,猶大和本雅明的族長、司祭、肋未人,以及那些受天主感動了心的人,就起身上去,要建築耶路撒冷的上主的殿宇;
καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
6 四鄰八舍都拿出a的金銀、貨財、牲畜和珠實來協助他們,另外還有各種自願的獻儀。
καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις
7 居魯士王也將上主殿內的器皿,即先前拿步高從耶路撒冷掠奪而放在他神殿裏的器皿,
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ
8 波斯王居魯士司庫官米特達特,將那些東西拿出,點交給猶太人的首領舍士巴匝,
καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα
καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι
κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια
11 一切金銀器皿,共五千四百件。舍市巴匝就帶著這一切與充軍的人,從巴比倫回了耶路撒冷。
πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ