< 以弗所書 4 >
1 所以我在這主內為囚犯的懇求你們,行動務要與你們所受的寵召相稱,
Παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν ˚Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ ˚Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.
4 因為只有一個身體和一個聖神,正如你們蒙召,同有一個希望一樣。
Ἓν σῶμα καὶ ἓν ˚Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν,
εἷς ˚Κύριος, μία πίστις, ἓν βάπτισμα,
6 只有一個天主和眾人之父,祂超越眾人,貫通眾人,且在眾人之內。
εἷς ˚Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.
7 但我們各人所領受的恩寵,卻是按照基督賜恩的尺度。
Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ ˚Χριστοῦ.
8 為此經上說:『祂帶領俘虜,升上高天,且把恩惠賜與人。』
Διὸ λέγει, “Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.”
Τὸ δὲ, “ἀνέβη”, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 那下降的,正是上升超乎諸之上,以充滿萬有的那一位,
Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 就是祂賜與這些人作宗徒,那些人作先知,有的作傳福音者,有的作司牧和教師,
Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
12 為成全聖徒,使之各盡其職;為建樹基督的身體,
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ ˚Χριστοῦ,
13 直到我們眾人都達到對於天主子,有有一致的信仰和認識,成為成年人,達到基督圓滿年齡的程度;
μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ ˚Χριστοῦ,
14 使我們不再作小孩子,為各種教義之風所飄盪,所捲去,而中了人的陰謀,陷於入荒謬的詭計;
ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
15 反而在愛德中持守真理,在各方面長進,而歸於那為元首的基督,
ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή ˚Χριστός,
16 本著祂,全身都結構緊湊,藉著各關節的互相補助,按照各肢體的功用,各盡其職,使身體不斷增長,在愛德中將它建立起來。
ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
17 為此我說,且在主內苦勸你們,生活不要再像外邦人,順隨自己的虛妄思念而生活;
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν ˚Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν.
18 他們的理智受了蒙蔽,因著他們的無知和固執,與天主的生命隔絕了。
Ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ ˚Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
19 這樣的人既已麻木,便縱情恣慾,貪行各種不潔。
οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν ˚Χριστόν,
21 如果你們真聽過祂,按照在耶穌內的真理,在祂內受過教,
εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ ˚Ἰησοῦ,
22 就該脫去你們照從前生活的舊人,就是因順從享樂的慾念而敗壞的舊人,
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
24 穿上新人,就是按天主的肖像所造,具有真實的正義和聖善的新人。
καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ ˚Θεὸν, κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 為此,你們應該戒絕謊言,彼此應該說實話,因為我們彼此都是一身的肢體。
Διὸ ἀποθέμενοι τὸ ψεῦδος, “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ”, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
26 『你們縱然動怒,但是不可犯罪;』不可讓太陽在你們含怒時西落,
“Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε”· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν,
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
28 那以前偷竊的,不要再偷竊,卻更要勞苦,親手賺取正當的利潤,好能賙濟貧乏的人。
Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος ταῖς χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
29 一切壞話都不可出於你們的口;但看事情的需要,說造就人的話,叫聽眾獲得益處。
Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλʼ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
30 你們不要叫天主的聖神憂鬱,因為你們是在祂內受了印證,以待得救的日子。
Καὶ μὴ λυπεῖτε τὸ ˚Πνεῦμα τὸ Ἅγιον τοῦ ˚Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
31 一切毒辣、怨恨、忿怒、爭吵、毀謗以及弓切邪惡,都要從你們中除掉;
Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία, ἀρθήτω ἀφʼ ὑμῶν σὺν πάσῃ κακίᾳ.
32 彼此相待,要良善,要仁慈,互相寬恕,如同天主在基督內寬恕了你們一樣。
Γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ ˚Θεὸς ἐν ˚Χριστῷ ἐχαρίσατο ὑμῖν.